Chapter 13
¹ In the eighteenth year of the reign of Jeroboam Abijah began to reign over Judah. ² He reigned three years in Jerusalem. And his mother’s name [was] Micaiah, daughter of Uriel of Gibeon.
ΕΝ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἱεροβοὰμ ἐβασίλευσεν Ἀβιὰ ἐπὶ Ἰούδαν· τρία ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχὰ θυγάτηρ Οὐριὴλ ἀπὸ Γαβαών. καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀβιὰ καὶ ἀνὰ μέσον Ἱεροβοάμ.
2Chr 13:1-2
³ And Abijah set the battle in array with an army, with mighty men of war, [even] four hundred thousand mighty men: and Jeroboam set the battle in array against him with eight hundred thousand, [they were] mighty warriors of the host.
καὶ παρετάξατο Ἀβιὰ ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν, καὶ Ἱεροβοὰμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσι, δυνατοὶ πολεμισταὶ δυνάμεως.
2Chr 13:3
⁴ And Abijah rose up from the Mount Zemaraim, which is in Mount Ephraim, and said, Hear ye, Jeroboam, and all Israel: ⁵ [Is it] not for you to know that the Lord God of Israel has given a king over Israel forever to David, and to his sons, by a covenant of salt? ⁶ But Jeroboam the [son] of Nebat, the servant of Solomon [the son] of David, is risen up, and has revolted from his master: ⁷ and there are gathered to him pestilent men, transgressors, and he has risen up against Rehoboam the [son] of Solomon, while Rehoboam was young and fearful in heart, and he withstood him not. ⁸ And now ye profess to resist the kingdom of the Lord in the hand of the sons of David; and ye [are] a great multitude, and with you are golden calves, which Jeroboam made you for gods. ⁹ Did ye not cast out the priests of the Lord, the sons of Aaron, and the Levites, and make to yourselves priests of the people of any [other] land? whoever came to consecrate himself with a calf of the herd and seven rams, he forthwith became a priest to that which is no god. ¹⁰ But we have not forsaken the Lord our God, and his priests, the sons of Aaron, and the Levites, minister to the Lord; and in their daily courses ¹¹ they sacrifice to the Lord whole burnt offering, morning and evening, and compound incense, and [set] the showbread on the pure table; and [there is] the golden candlestick, and the lamps for burning, to light in the evening: for we keep the charge of the Lord God of our fathers; but ye have forsaken him. ¹² And, behold, the Lord and his priests are with us at our head, and the signal trumpets to sound an alarm over us. Children of Israel, fight not against the Lord God of our fathers; for ye shall not prosper.
καὶ ἀνέστη Ἀβιὰ ἀπὸ τοῦ ὄρους Σομόρων, ὅ ἐστιν ἐν τῷ ὄρει Ἐφραίμ, καὶ εἶπεν· ἀκούσατε Ἱεροβοὰμ καὶ πᾶς Ἰσραήλ· οὐχ ὑμῖν γνῶναι ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἔδωκε βασιλέα ἐπὶ τὸν Ἰσραὴλ εἰς τὸν αἰῶνα τῷ Δαυὶδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκῃ ἁλός; καὶ ἀνέστη Ἱεροβοὰμ ὁ τοῦ Ναβὰτ ὁ παῖς Σαλωμὼν τοῦ Δαυὶδ καὶ ἀπέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ. καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι, καὶ ἀντέστη πρὸς Ροβοὰμ τὸν τοῦ Σαλωμών, καὶ Ροβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ. καὶ νῦν ὑμεῖς λέγετε ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας Κυρίου διὰ χειρὸς υἱῶν Δαυίδ· καὶ ὑμεῖς πλῆθος πολὺ καὶ μεθ' ὑμῶν μόσχοι χρυσοῖ, οὓς ἐποίησεν ὑμῖν Ἱεροβοὰμ εἰς θεούς. ἦ οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς Κυρίου τοὺς υἱοὺς Ἀαρὼν καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς πάσης; ὁ προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ. καὶ ἡμεῖς Κύριον τὸν Θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσι τῷ Κυρίῳ οἱ υἱοὶ Ἀαρὼν καὶ οἱ Λευῖται, καὶ ἐν ταῖς ἐφημερίαις αὐτῶν· θυμιῶσι τῷ Κυρίῳ ὁλοκαύτωμα πρωΐ καὶ δείλης καὶ θυμίαμα συνθέσεως καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς, καὶ ἡ λυχνία ἡ χρυσῆ καὶ οἱ λύχνοι τῆς καύσεως ἀνάψαι δείλης, ὅτι φυλάσσομεν τὰς φυλακὰς Κυρίου τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν. καὶ ἰδοὺ μεθ' ἡμῶν ἐν ἀρχῇ Κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφ' ἡμᾶς. οἱ υἱοὶ τοῦ Ἰσραὴλ μὴ πολεμήσητε πρὸς Κύριον Θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδώσεται ὑμῖν.
2Chr 13:4-12
¹³ Now Jeroboam had caused an ambush to come round upon him from behind: and he [himself] was before Judah, and the ambush behind. ¹⁴ And Judah looked back, and, behold, the battle [was] against them before and behind: and they cried to the Lord, and the priests sounded with the trumpets. ¹⁵ And the men of Judah shouted: and it came to pass, when the men of Judah shouted, that the Lord smote Jeroboam and Israel before Abijah and Judah. ¹⁶ And the children of Israel fled from before Judah; and the Lord delivered them into their hands. ¹⁷ And Abijah and his people smote them with a great slaughter: and there fell slain of Israel five hundred thousand mighty men. ¹⁸ So the children of Israel were brought low in that day, and the children of Judah prevailed, because they trusted on the Lord God of their fathers. ¹⁹ And Abijah pursued after Jeroboam, and he took from him the cities, Bethel and her towns, and Jeshanah and her towns, and Ephron and her towns. ²⁰ And Jeroboam did not recover strength again all the days of Abijah: and the Lord smote him, and he died.
καὶ Ἱεροβοὰμ ἀπέστρεψε τὸ ἔνεδρον ἐλθεῖν αὐτῷ ἐκ τῶν ὄπισθεν· καὶ ἐγένετο ἔμπροσθεν Ἰούδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν. καὶ ἀπέστρεψεν Ἰούδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς Κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι· καὶ ἐβόησαν ἄνδρες Ἰούδα καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ἰούδα καὶ Κύριος ἐπάταξε τὸν Ἱεροβοὰμ καὶ τὸν Ἰσραὴλ ἐναντίον Ἀβιὰ καὶ Ἰούδα. καὶ ἔφυγον οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Ἰούδα, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας αὐτῶν. καὶ ἐπάταξεν ἐν αὐτοῖς Ἀβιὰ καὶ ὁ λαὸς αὐτοῦ πληγὴν μεγάλην, καὶ ἔπεσον τραυματίαι ἀπὸ Ἰσραὴλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί. καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ Ἰούδα, ὅτι ἤλπισαν ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν. καὶ κατεδίωξεν Ἀβιὰ ὀπίσω Ἱεροβοὰμ καὶ προκατελάβετο παρ' αὐτοῦ πόλεις, τὴν Βαιθὴλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ἰσανὰ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ἐφρὼν καὶ τὰς κώμας αὐτῆς. καὶ οὐκ ἔσχεν ἰσχὺν Ἱεροβοὰμ ἔτι πάσας τὰς ἡμέρας Ἀβιά, καὶ ἐπάταξεν αὐτὸν Κύριος, καὶ ἐτελεύτησε.
2Chr 13:13-20
²¹ But Abijah strengthened himself, and took to himself fourteen wives, and he begot twenty-two sons, and sixteen daughters.
καὶ κατίσχυσεν Ἀβιὰ καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δεκατέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἰκοσιδύο καὶ ἑκκαίδεκα θυγατέρας.
2Chr 13:21
²² And the rest of the acts of Abijah, and his deeds, and his sayings, are written in the book of the prophet Iddo.
καὶ οἱ λοιποὶ λόγοι Ἀβιὰ καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου Ἀδδώ.
2Chr 13:22
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.