Chapter 24
¹ Joash was seven years old when he began to reign, and he reigned forty years in Jerusalem: and his mother’s name was Zibiah of Beersheba. ² And Joash did that which was right in the sight of the Lord all the days of Jehoiada the priest. ³ And Jehoiada took to himself two wives, and they bore sons and daughters.
ΩΝ ἐτῶν ἑπτὰ Ἰωὰς ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Σαβιὰ ἐκ Βηρσαβεέ. καὶ ἐποίησεν Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας Ἰωδαὲ τοῦ ἱερέως. καὶ ἔλαβεν Ἰωδαέ δύο γυναῖκας ἑαυτῷ, καὶ ἐγέννησαν υἱοὺς καὶ θυγατέρας.
2Chr 24:1-3
⁴ And it came to pass afterward that it came into the heart of Joash to repair the house of the Lord. ⁵ And he gathered the priests and the Levites, and said to them, Go out into the cities of Judah, and collect money of all Israel to repair the house of the Lord from year to year, and make haste to speak [of it]. But the Levites hastened not.
καὶ ἐγένετο μετά ταῦτα καί ἐγένετο ἐπὶ καρδίαν Ἰωὰς ἐπισκευάσαι τὸν οἶκον Κυρίου. καὶ συνήγαγε τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ εἶπεν αὐτοῖς· ἐξέλθατε εἰς τὰς πόλεις Ἰούδα καὶ συναγάγετε ἀπὸ παντὸς Ἰσραὴλ ἀργύριον κατισχῦσαι τὸν οἶκον Κυρίου ἐνιαυτὸν κατ' ἐνιαυτὸν καὶ σπεύσατε λαλῆσαι· καὶ οὐκ ἔσπευσαν οἱ Λευῖται.
2Chr 24:4-5
⁶ And King Joash called Jehoiada the chief, and said to him, Why hast thou not looked after the Levites, so that they should bring from Judah and Jerusalem that which was prescribed by Moses the man of God, when he assembled Israel at the tabernacle of witness? ⁷ For Athaliah was a transgressor, and her sons tore down the house of God; for they offered the holy things of the house of the Lord to Baalim.
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰωὰς τὸν Ἰωδαέ τὸν ἄρχοντα καὶ εἶπεν αὐτῷ· διατί οὐκ ἐπεσκέψω περὶ τῶν Λευιτῶν τοῦ εἰσενέγκαι ἀπὸ Ἰούδα καὶ Ἱερουσαλὴμ τὸ κεκριμένον ὑπὸ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ, ὅτι ἐξεκκλησίασε τὸν Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου; ὅτι Γοθολία ἦν ἡ ἄνομος, καὶ οἱ υἱοὶ αὐτῆς κατέσπασαν τὸν οἶκον τοῦ Θεοῦ· καὶ γὰρ τὰ ἅγια οἴκου Κυρίου ἐποίησαν ταῖς Βααλίμ.
2Chr 24:6-7
⁸ And the king said, Let a box be made, and let it be put at the gate of the house of the Lord without. ⁹ And let [men] proclaim in Judah and in Jerusalem, that [the people] should bring to the Lord, as Moses the servant of God spoke concerning Israel in the wilderness. ¹⁰ And all the princes and all the people gave, and brought in, and cast into the box until it was filled. ¹¹ And it came to pass, when they brought in the box to the officers of the king by the hand of the Levites, and when they saw that the money was more than sufficient, then came the king’s scribe, and the officer of the high priest, and emptied the box, and restored it to its place. Thus they did day by day, and collected much money. ¹² And the king and Jehoiada the priest gave it to the workmen employed in the service of the house of the Lord, and they hired masons and carpenters to repair the house of the Lord, also smiths and braziers to repair the house of the Lord. ¹³ And the workmen wrought, and the works prospered in their hands, and they established the house of the Lord on its foundation, and strengthened [it]. ¹⁴ And when they had finished [it], they brought to the king and to Jehoiada the remainder of the money, and they made vessels for the house of the Lord, vessels of service for whole burnt offerings, and gold and silver [censers]: and they offered up whole burnt offerings in the house of the Lord continually all the days of Jehoiada.
καὶ εἶπεν ὁ βασιλεύς· γενηθήτω γλωσσόκομον καὶ τεθήτω ἐν πύλῃ οἴκου Κυρίου ἔξω· καὶ κηρυξάτωσαν ἐν Ἰούδᾳ καὶ ἐν Ἱερουσαλὴμ εἰσενέγκαι Κυρίῳ, καθὼς εἶπε Μωυσῆς παῖς τοῦ Θεοῦ ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ. καὶ ἔδωκαν πάντες ἄρχοντες καὶ πᾶς ὁ λαὸς καὶ εἰσέφερον καὶ ἐνέβαλλον εἰς τὸ γλωσσόκομον, ἕως οὗ ἐπληρώθη, καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας τοῦ βασιλέως διὰ χειρὸς τῶν Λευιτῶν καὶ ὡς εἶδον ὅτι ἐπλεόνασε τὸ ἀργύριον, καὶ ἦλθεν ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ προστάτης τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐξεκένωσαν τὸ γλωσσόκομον καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ· οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας καὶ συνήγαγον ἀργύριον πολύ. καὶ ἔδωκεν αὐτὸ ὁ βασιλεὺς καὶ Ἰωδαὲ ὁ ἱερεὺς τοῖς ποιοῦσι τὰ ἔργα εἰς ἐργασίαν οἴκου Κυρίου, καὶ ἐμισθοῦντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἶκον Κυρίου καὶ χαλκεῖς σιδήρου καὶ χαλκοῦ ἐπισκευάσαι τὸν οἶκον Κυρίου. καὶ ἐποίουν οἱ ποιοῦντες τὰ ἔργα, καὶ ἀνέβη μῆκος τῶν ἔργων ἐν χερσὶν αὐτῶν καὶ ἀνέστησαν τὸν οἶκον Κυρίου ἐπὶ τὴν στάσιν αὐτοῦ καὶ ἐνίσχυσαν. καὶ ὡς συνετέλεσαν, ἤνεγκαν πρὸς τὸν βασιλέα καὶ πρὸς Ἰωδαὲ τὸ κατάλοιπον τοῦ ἀργυρίου, καὶ ἐποίησαν σκεύη εἰς οἶκον Κυρίου, σκεύη λειτουργικὰ ὁλοκαυτωμάτων καὶ θυΐσκας χρυσᾶς καὶ ἀργυρᾶς· καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις ἐν οἴκῳ Κυρίου διαπαντὸς πάσας τὰς ἡμέρας Ἰωδαέ.
2Chr 24:8-14
¹⁵ And Jehoiada grew old, being full of days, and he died, being a hundred and thirty years old at his death. ¹⁶ And they buried him with the kings in the city of David, because he had dealt well with Israel, and with God and his house.
Καὶ ἐγήρασεν Ἰωδαὲ πλήρης ἡμερῶν καὶ ἐτελεύτησεν ὢν ἑκατὸν καὶ τριάκοντα ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ μετὰ τῶν βασιλέων, ὅτι ἐποίησεν ἀγαθωσύνην μετὰ Ἰσραὴλ καὶ μετὰ τοῦ Θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ.
2Chr 24:15-16
¹⁷ And it came to pass after the death of Jehoiada, [that] the princes of Judah went in, and did obeisance to the king. Then the king hearkened to them. ¹⁸ And they forsook the house of the Lord God of their fathers, and served the Asherim and idols: and there was wrath upon Judah and Jerusalem in that day. ¹⁹ Yet he sent prophets to them, to turn them to the Lord; but they hearkened not: and he testified to them, but they obeyed not. ²⁰ And the Spirit of God came upon Azariah the son of Jehoiada the priest, and he stood up above the people, and said, Thus saith the Lord, Why do ye transgress the commandments of the Lord? so shall ye not prosper; for ye have forsaken the Lord, and he will forsake you. ²¹ And they conspired against him, and stoned him by command of King Joash in the court of the Lord’s house. ²² So Joash remembered not the kindness which his father Jehoiada had exercised toward him, but slew his son. And as he died, he said, The Lord look upon [it], and judge.
καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰωδαὲ εἰσῆλθον οἱ ἄρχοντες Ἰούδα καὶ προσεκύνησαν τὸν βασιλέα· τότε ἐπήκουσεν αὐτοῖς ὁ βασιλεύς. καὶ ἐγκατέλιπον τὸν οἶκον Κυρίου Θεοῦ τῶν πατέρων αὐτῶν καὶ ἐδούλευον ταῖς Ἀστάρταις καὶ τοῖς εἰδώλοις· καὶ ἐγένετο ὀργὴ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ταύτῃ. καὶ ἀπέστειλε πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς Κύριον, καὶ οὐκ ἤκουσαν· καὶ διεμαρτύρατο αὐτοῖς, καὶ οὐχ ὑπήκουσαν. καὶ πνεῦμα Θεοῦ ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπε· τάδε λέγει Κύριος· τί παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε, ὅτι ἐγκατελίπετε τὸν Κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς. καὶ ἐπέθεντο αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὸν δι' ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου. καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους, οὗ ἐποίησεν Ἰωδαὲ ὁ πατὴρ αὐτοῦ μετ' αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνησκεν, εἶπεν· ἴδοι Κύριος καὶ κρινάτω.
2Chr 24:17-22
²³ And it came to pass after the end of the year, [that] the host of Syria went up against him, and came against Judah and Jerusalem: and they slew all the chiefs of the people among the people, and all their spoils they sent to the king of Damascus. ²⁴ For the army of Syria came with few men, yet God gave into their hands a very large army, because they had forsaken the God of their fathers; and he brought judgments on Joash.
καὶ ἐγένετο μετὰ τὴν συντέλειαν τοῦ ἐνιαυτοῦ ἀνέβη ἐπ' αὐτὸν δύναμις Συρίας καὶ ἦλθεν ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλὴμ καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας τοῦ λαοῦ ἐν τῷ λαῷ καὶ πάντα τά σκῦλα αὐτῶν ἀπέστειλαν τῷ βασιλεῖ Δαμασκοῦ· ὅτι ἐν ὀλίγοις ἀνδράσι παρεγένετο δύναμις Συρίας, καὶ ὁ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν δύναμιν πολλὴν σφόδρα, ὅτι ἐγκατέλιπον Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν· καὶ μετὰ Ἰωὰς ἐποίησε κρίματα.
2Chr 24:23-24
²⁵ And after they had departed from him, when they had left him in sore diseases, then his servants conspired against him because of the blood of the son of Jehoiada the priest, and slew him on his bed, and he died, and they buried him in the city of David, but they buried him not in the sepulcher of the kings. ²⁶ And they that conspired against him were Zabad the son of Shimeath the Ammonite, and Jehozabad the son of Shimrith the Moabite. ²⁷ And all his sons, and the five came to him: and the other [matters], behold, they are written in the book of the kings. And Amaziah his son reigned in his stead.
καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπ' αὐτοῦ, ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ἰωδαέ τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανε· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων. καὶ οἱ ἐπιθέμενοι ἐπ' αὐτὸν Ζαβὲδ ὁ τοῦ Σαμαὰθ ὁ Ἀμμανίτης καὶ Ἰωζαβὲδ ὁ τοῦ Σομαρὼθ ὁ Μωαβίτης καὶ οἱ υἱοὶ αὐτοῦ πάντες, καὶ προσῆλθον αὐτῷ οἱ πέντε. καὶ τὰ λοιπὰ ἰδοὺ γεγραμμένα ἐπὶ τὴν γραφὴν τῶν βασιλέων· καὶ ἐβασίλευσεν Ἀμασίας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
2Chr 24:25-27
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.