Skip to main content
Orthodox Knowledge
A
2 Chronicles

Chapter 30

¹ And Hezekiah sent to all Israel and Judah, and wrote letters to Ephraim and Manasseh, that they should come into the house of the Lord to Jerusalem, to keep the Passover to the Lord God of Israel. ² For the king, and the princes, and all the congregation in Jerusalem, designed to keep the Passover in the second month. ³ For they could not keep it at that time, because a sufficient number of priests had not purified themselves, and the people was not gathered to Jerusalem. ⁴ And the proposal pleased the king and the congregation. ⁵ And they established a decree that a proclamation should go through all Israel, from Beersheba to Dan, that they should come and keep the Passover to the Lord God of Israel at Jerusalem: for the multitude had not done it lately according to the Scripture.

ΚΑΙ ἀπέστειλεν Ἐζεκίας ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδα καὶ ἐπιστολὰς ἔγραψαν ἐπὶ τὸν Ἐφραὶμ καὶ Μανασσῆ ἐλθεῖν εἰς οἶκον Κυρίου εἰς Ἱερουσαλὴμ ποιῆσαι τὸ φασὲκ τῷ Κυρίῳ Θεῷ Ἰσραήλ. καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ ἐκκλησία ἐν Ἱερουσαλὴμ ποιῆσαι τὸ φασὲκ τῷ μηνὶ τῷ δευτέρῳ· οὐ γὰρ ἠδυνάσθησαν ποιῆσαι αὐτὸ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι οἱ ἱερεῖς οὐχ ἡγνίσθησαν ἱκανοί, καὶ ὁ λαὸς οὐ συνήχθη εἰς Ἱερουσαλήμ. καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ ἐναντίον τῆς ἐκκλησίας. καὶ ἔστησαν λόγον διελθεῖν κήρυγμα ἐν παντὶ Ἰσραὴλ ἀπὸ Βηρσαβεὲ ἕως Δάν, ἐλθόντας ποιῆσαι τὸ φασὲκ Κυρίῳ Θεῷ Ἰσραὴλ εἰς Ἱερουσαλήμ, ὅτι πλῆθος οὐκ ἐποίησε κατά τὴν γραφήν.

2Chr 30:1-5

⁶ And the posts went with the letters from the king and the princes to all Israel and Judah, according to the command of the king, saying, Children of Israel, return to the Lord God of Abraham, and Isaac, and Israel, and bring back them that have escaped [even] those that were left of the hand of the king of Assyria. ⁷ And be not as your fathers, and your brethren, who revolted from the Lord God of their fathers, and he gave them up to desolation, as ye see. ⁸ And now harden not your hearts, as your fathers [did]: give glory to the Lord God, and enter into his sanctuary, which he has sanctified forever: and serve the Lord your God, and he shall turn away [his] fierce anger from you. ⁹ For when ye turn to the Lord, your brethren and your children shall be pitied before all that have carried them captives, and he will restore [you] to this land: for the Lord our God is merciful and pitiful, and will not turn away his face from you, if we return to him.

καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ἰσραὴλ καὶ Ἰούδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως λέγοντες· οἱ υἱοὶ Ἰσραὴλ ἐπιστρέψατε πρὸς Κύριον Θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, καὶ ἐπιστρέψει τοὺς ἀνασεσωσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ἀσσούρ· καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν, οἳ ἀπέστησαν ἀπὸ Κυρίου Θεοῦ πατέρων αὐτῶν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν, καθὼς ὑμεῖς ὁρᾶτε. καὶ νῦν μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς οἱ πατέρες ὑμῶν· δότε δόξαν Κυρίῳ τῷ Θεῷ καὶ εἰσέλθετε εἰς τὸ ἁγίασμα αὐτοῦ, ὃ ἡγίασεν εἰς τὸν αἰῶνα, καὶ δουλεύσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν, καὶ ἀποστρέψει ἀφ' ὑμῶν θυμὸν ὀργῆς. ὅτι ἐν τῷ ἐπιστρέφειν ὑμᾶς πρὸς Κύριον οἱ ἀδελφοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν οἰκτιρμοῖς ἔναντι πάντων τῶν αἰχμαλωτισάντων αὐτούς, καὶ ἀποστρέψει εἰς τὴν γῆν ταύτην, ὅτι ἐλεήμων καὶ οἰκτίρμων Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀφ' ὑμῶν, ἐάν ἐπιστρέψωμεν πρὸς αὐτόν.

2Chr 30:6-9

¹⁰ So the posts went through from city to city in Mount Ephraim, and Manasseh, and as far as Zebulun: and they as it were laughed them to scorn, and mocked them. ¹¹ But the men of Asher, and [some] of Manasseh and of Zebulun, were ashamed, and came to Jerusalem and Judah. ¹² And the hand of the Lord was [present] to give them one heart to come, to do according to the commands of the king and of the princes, by the word of the Lord.

καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τῷ ὄρει Ἐφραὶμ καὶ Μανασσῆ καὶ ἕως Ζαβουλών, καὶ ἐγένοντο ὡς καταγελῶντες αὐτῶν καὶ καταμωκώμενοι· ἀλλὰ ἄνθρωποι Ἀσὴρ καὶ ἀπὸ Μανασσῆ καὶ ἀπὸ Ζαβουλὼν ἐνετράπησαν καὶ ἦλθον εἰς Ἱερουσαλὴμ καὶ εἰς Ἰούδα. καὶ ἐγένετο χεὶρ Κυρίου δοῦναι αὐτοῖς καρδίαν μίαν ἐλθεῖν τοῦ ποιῆσαι κατὰ τὰ προστάγματα τοῦ βασιλέως καὶ τῶν ἀρχόντων ἐν λόγῳ Κυρίου,

2Chr 30:10-12

¹³ And a great multitude were gathered to Jerusalem to keep the feast of unleavened bread in the second month, a very great congregation. ¹⁴ And they arose, and took away the altars that were in Jerusalem, and all on which they burned incense to false [gods] they tore down and cast into the brook Kidron. ¹⁵ Then they killed the Passover on the fourteenth day of the second month: and the priests and the Levites repented, and purified [themselves], and brought whole burnt offerings into the house of the Lord.

καὶ συνήχθησαν εἰς Ἱερουσαλὴμ λαὸς πολὺς τοῦ ποιῆσαι τὴν ἑορτὴν τῶν ἀζύμων ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐκκλησία πολλὴ σφόδρα. καὶ ἀνέστησαν καὶ καθεῖλαν τὰ θυσιαστήρια τὰ ἐν Ἱερουσαλήμ καὶ πάντα, ἐν οἷς ἐθυμίων τοῖς ψευδέσι, κατέσπασαν καὶ ἔρριψαν εἰς τὸν χειμάρρουν Κέδρων. καὶ ἔθυσαν τὸ φασὲκ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ δευτέρου· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐνετράπησαν καὶ ἡγνίσθησαν καὶ εἰσήνεγκαν ὁλοκαυτώματα ἐν οἴκῳ Κυρίου.

2Chr 30:13-15

¹⁶ And they stood at their post, according to their ordinance, according to the commandment of Moses the man of God: and the priests received the blood from the hand of the Levites. ¹⁷ For a great part of the congregation was not sanctified; and the Levites were [ready] to kill the Passover for every one who could not sanctify himself to the Lord. ¹⁸ For the greatest part of the people of Ephraim, and Manasseh, and Issachar, and Zebulun, had not purified [themselves], but ate the Passover contrary to the Scripture. On this account also Hezekiah prayed concerning them, saying, ¹⁹ The good Lord be merciful with regard to every heart that sincerely seeks the Lord God of their fathers, and [is] not [purified] according to the purification of the sanctuary. ²⁰ And the Lord hearkened to Hezekiah, and healed the people.

καὶ ἔστησαν ἐπὶ τὴν στάσιν αὐτῶν κατὰ τὸ κρίμα αὐτῶν, κατὰ τὴν ἐντολὴν Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ, καὶ οἱ ἱερεῖς ἐδέχοντο τὰ αἵματα ἐκ χειρὸς τῶν Λευιτῶν· ὅτι πλῆθος τῆς ἐκκλησίας οὐχ ἡγνίσθη, καὶ οἱ Λευῖται ἦσαν τοῦ θύειν τὸ φασὲκ παντὶ τῷ μὴ δυναμένῳ ἁγνισθῆναι τῷ Κυρίῳ. ὅτι τὸ πλεῖστον τοῦ λαοῦ ἀπὸ Ἐφραὶμ καὶ Μανασσῆ καὶ Ἰσσάχαρ καὶ Ζαβουλὼν οὐχ ἡγνίσθησαν, ἀλλ' ἔφαγον τὸ φασὲκ παρὰ τὴν γραφήν. καὶ προσηύξατο Ἐζεκίας περὶ αὐτῶν λέγων· Κύριος ἀγαθὸς ἐξιλασάσθω ὑπὲρ πάσης καρδίας κατευθυνούσης ἐκζητῆσαι Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν καὶ οὐ κατὰ τὴν ἁγνείαν τῶν ἁγίων. καὶ ἐπήκουσε Κύριος τῷ Ἐζεκίᾳ καὶ ἰάσατο τὸν λαόν.

2Chr 30:16-20

²¹ And the children of Israel who were present in Jerusalem kept the feast of unleavened bread seven days with great joy; and they continued to sing hymns to the Lord daily, and the priests and the Levites [played] on instruments to the Lord. ²² And Hezekiah encouraged all the Levites, and those that had good understanding of the Lord: and they completely kept the feast of unleavened bread seven days, offering peace offerings, and confessing to the Lord God of their fathers.

καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν Ἱερουσαλὴμ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ μεγάλῃ καὶ καθυμνοῦντες τῷ Κυρίῳ ἡμέραν καθ' ἡμέραν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν ὀργάνοις τῷ Κυρίῳ. καὶ ἐλάλησεν Ἐζεκίας ἐπὶ πᾶσαν καρδίαν τῶν Λευιτῶν καὶ τῶν συνιόντων σύνεσιν ἀγαθὴν τῷ Κυρίῳ· καὶ συνετέλεσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας θύοντες θυσίαν σωτηρίου καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν.

2Chr 30:21-22

²³ And the congregation purposed together to keep other seven days: and they kept seven days with gladness. ²⁴ For Hezekiah set apart for Judah, [even] for the congregation, a thousand calves and seven thousand sheep; and the princes set apart for the people a thousand calves and ten thousand sheep: and the holy things of the priests abundantly. ²⁵ And all the congregation, the priests and the Levites, rejoiced, and all the congregation of Judah, and they that were present of Jerusalem, and the strangers that came from the land of Israel, and the dwellers in Judah. ²⁶ And there was great joy in Jerusalem: from the days of Solomon the son of David king of Israel there was not such a feast in Jerusalem. ²⁷ Then the priests the Levites rose up and blessed the people: and their voice was heard, and their prayer came into his holy dwelling place, [even] into heaven.

καὶ ἐβουλεύσατο ἡ ἐκκλησία ἅμα ποιῆσαι ἑπτὰ ἡμέρας ἄλλας· καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ. ὅτι Ἐζεκίας ἀπήρξατο τῷ Ἰούδᾳ τῇ ἐκκλησίᾳ χιλίους μόσχους καὶ ἑπτακισχίλια πρόβατα, καὶ οἱ ἄρχοντες ἀπήρξαντο τῷ λαῷ μόσχους χιλίους καὶ πρόβατα δέκα χιλιάδας, καὶ τὰ ἅγια τῶν ἱερέων εἰς πλῆθος. καὶ ηὐφράνθη πᾶσα ἡ ἐκκλησία, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶσα ἡ ἐκκλησία Ἰούδα καὶ οἱ εὑρεθέντες ἐξ Ἱερουσαλὴμ καὶ οἱ προσήλυτοι οἱ ἐλθόντες ἀπὸ γῆς Ἰσραὴλ καὶ οἱ κατοικοῦντες Ἰούδα. καὶ ἐγένετο εὐφροσύνη μεγάλη ἐν Ἱερουσαλήμ· ἀπὸ ἡμερῶν Σαλωμὼν υἱοῦ Δαυὶδ βασιλέως Ἰσραὴλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ἱερουσαλήμ. καὶ ἀνέστησαν οἱ ἱερεῖς οἱ Λευῖται καὶ εὐλόγησαν τὸν λαόν· καὶ ἐπηκούσθη ἡ φωνὴ αὐτῶν, καὶ ἦλθεν ἡ προσευχὴ αὐτῶν εἰς τὸ κατοικητήριον τὸ ἅγιον αὐτοῦ εἰς τὸν οὐρανόν.

2Chr 30:23-27

Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.

The Fathers on this passage

How the fathers, councils, and saints of the corpus read 2 Chronicles: Chapter 30. Drawn by meaning from across the tradition; follow any link to read it in full context.