Chapter 35
¹ And Josiah kept a Passover to the Lord his God; and sacrificed the Passover on the fourteenth day of the first month. ² And he appointed the priests at their charges, and encouraged them for the services of the house of the Lord. ³ And he told the Levites that were able [to act] in all Israel, that they should consecrate themselves to the Lord: and they put the holy ark in the house which Solomon the son of David king of Israel built: and the king said, Ye must not carry anything on your shoulders: now then minister to the Lord your God, and to his people Israel. ⁴ And prepare yourselves according to the houses of your families, and according to your daily courses, according to the writing of David king of Israel, and [the order] by the hand of his son Solomon. ⁵ And stand ye in the house according to the divisions of the houses of your families for your brethren the sons of the people; [so] also let there be for the Levites a division of the house of their family. ⁶ And kill ye the Passover, and prepare [it] for your brethren, to do according to the word of the Lord, by the hand of Moses.
ΚΑΙ ἐποίησεν Ἰωσίας τὸ φασὲκ τῷ Κυρίῳ Θεῷ αὐτοῦ, καὶ ἔθυσε τὸ φασὲκ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου. καὶ ἔστησε τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου Κυρίου. καὶ εἶπε τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ Ἰσραὴλ τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ Κυρίῳ, καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον, ὃν ᾠκοδόμησε Σαλωμὼν υἱὸς Δαυὶδ τοῦ βασιλέως Ἰσραήλ. καὶ εἶπεν ὁ βασιλεύς· οὐκ ἔστιν ὑμῖν ἐπ' ὤμων ἆραι οὐδέν· νῦν οὖν λειτουργήσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ τῷ λαῷ αὐτοῦ Ἰσραὴλ καὶ ἑτοιμάσθητε κατ' οἴκους πατριῶν ὑμῶν καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως Ἰσραὴλ καὶ διὰ χειρὸς Σαλωμὼν υἱοῦ αὐτοῦ καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ, καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευίταις, καὶ θύσατε τὸ φασὲκ καὶ ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν τοῦ ποιῆσαι κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Μωυσῆ.
2Chr 35:1-6
⁷ And Josiah gave as an offering to the children of the people, sheep, and lambs, and kids of the young of the goats, all for the Passover, [even for] all that were found, in number [amounting to] thirty thousand, and three thousand calves, these [were] of the substance of the king. ⁸ And his princes gave an offering to the people, and to the priests, and to the Levites: and Hilkiah and Zechariah and Jehiel the chief men gave to the priests of the house of God, they even gave for the Passover sheep, and lambs, and kids, two thousand six hundred, and three hundred calves. ⁹ And Conaniah, and Benaiah, and Shemaiah, and Nethanel his brother, and Hashabiah, and Jeiel, and Jozabad, heads of the Levites, gave an offering to the Levites for the Passover, of five thousand sheep and five hundred calves.
καὶ ἀπήρξατο Ἰωσίας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν, πάντα εἰς τὸ φασέκ, καὶ πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας καὶ μόσχων τρεῖς χιλιάδας· ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως. καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο τῷ λαῷ καὶ τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις· ἔδωκε δὲ Χελκίας καὶ Ζαχαρίας καὶ Ἰιὴλ οἱ ἄρχοντες τοῖς ἱερεῦσιν οἴκου Θεοῦ καὶ ἔδωκεν εἰς τὸ φασὲκ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους δισχίλια ἑξακόσια καὶ μόσχους τριακοσίους. καὶ Χωνενίας καὶ Βαναίας καὶ Σαμαίας καὶ Ναθαναὴλ ἀδελφὸς αὐτοῦ καὶ Ἀσαβίας καὶ Ἰιὴλ καὶ Ἰωζαβὰδ ἄρχοντες τῶν Λευιτῶν ἀπήρξαντο τοῖς Λευίταις εἰς τὸ φασὲκ πρόβατα πεντακισχίλια καὶ μόσχους πεντακοσίους.
2Chr 35:7-9
¹⁰ And the service was duly ordered, and the priests stood in their place, and the Levites in their divisions, according to the command of the king. ¹¹ And they slew the Passover, and the priests sprinkled the blood from their hand, and the Levites flayed [the victims]. ¹² And they prepared the whole burnt offering to give to them, according to the division by the houses of families, [even] to the sons of the people, to offer to the Lord, as it is written in the book of Moses. ¹³ And thus [they did] till the morning. And they roasted the Passover with fire according to the ordinance; and boiled the holy [pieces] in copper vessels and caldrons, and [the feast] went on well, and they quickly served all the children of the people.
καὶ κατωρθώθη ἡ λειτουργία, καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν καὶ οἱ Λευῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως καὶ ἔθυσαν τὸ φασέκ, καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἷμα ἐκ χειρὸς αὐτῶν, καὶ οἱ Λευῖται ἐξέδειραν. καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατ' οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ τοῦ προσάγειν τῷ Κυρίῳ, ὡς γέγραπται ἐν βίβλῳ Μωυσῆ, καὶ οὕτως εἰς τὸ πρωΐ. καὶ ὤπτησαν τὸ φασὲκ ἐν πυρὶ κατὰ τὴν κρίσιν καὶ τὰ ἅγια ὕψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησι· καὶ εὐωδώθη, καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ.
2Chr 35:10-13
¹⁴ And after they had prepared for themselves and for the priests, for the priests [were engaged] in offering the whole burnt offerings and the fat until night, then the Levites prepared for themselves, and for their brethren the sons of Aaron. ¹⁵ And the sons of Asaph the psalm singers [were] at their post according to the commands of David, and Asaph, and Heman, and Jeduthun, the prophets of the king: also the chiefs and the porters of the several gates—it was not for them to stir from the service of the holy things, for their brethren the Levites prepared for them. ¹⁶ So all the service of the Lord was duly ordered and prepared in that day, for keeping the Passover, and offering the whole burnt sacrifices on the altar of the Lord, according to the command of King Josiah. ¹⁷ And the children of Israel that were present kept the Passover at that time, and the feast of unleavened bread seven days.
καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν, ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα ἕως νυκτός, καὶ οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών. καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ἀσὰφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυὶδ καὶ Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδιθὼμ οἱ προφῆται τοῦ βασιλέως καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας τῶν ἁγίων, ὅτι ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς. καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πᾶσα ἡ λειτουργία Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ ποιῆσαι τὸ φασὲκ καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον Κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ἰωσίου. καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες τὸ φασὲκ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας.
2Chr 35:14-17
¹⁸ And there was no Passover like it in Israel from the days of Samuel the prophet, or any king of Israel: they kept not such a Passover as Josiah, and the priests, and the Levites, and all Judah and Israel that were present, and the dwellers in Jerusalem, kept to the Lord. ¹⁹ In the eighteenth year of the reign of Josiah this Passover was kept, after all these things that Josiah did in the house. ¹⁹ a And King Josiah burned those who had in them a divining spirit, and the wizards, and the images, and the idols, and the sodomites which were in the land of Judah and in Jerusalem, that he might confirm the words of the law that were written in the book which Hilkiah the priest found in the house of the Lord. ¹⁹ b There was no [king] like him before him, who turned to the Lord with all his heart, and all his soul, and all his strength, according to all the law of Moses, and after him there rose up none like him. ¹⁹ c Nevertheless the Lord turned not from the anger of his fierce wrath, wherewith the Lord was greatly angry against Judah, for all the provocations wherewith Manasseh provoked him: ¹⁹ d and the Lord said, I will even remove Judah also from my presence, as I have removed Israel, and I have rejected the city which I chose, [even] Jerusalem, and the house of which I said, My name shall be there.
καὶ οὐκ ἐγένετο φασὲκ ὅμοιον αὐτῷ ἐν Ἰσραὴλ ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως Ἰσραὴλ οὐκ ἐποίησαν τὸ φασέκ, ὃ ἐποίησεν Ἰωσίας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς Ἰούδα καὶ Ἰσραὴλ ὁ εὑρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ τῷ Κυρίῳ. τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσίου ἐποιήθη τὸ φασὲκ τοῦτο. 19α καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφὶν καὶ τὰ εἴδωλα καὶ τὰ καρησίμ, ἃ ἦν ἐν γῇ Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ ἐνεπύρισεν ὁ βασιλεὺς Ἰωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ Κυρίου. 19β ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ· 19γ πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μεγάλου, οὗ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰούδᾳ, ἐπὶ πάντα τὰ παροργίσματα αὐτοῦ, ἃ παρώργισε Μανασσῆς. 19δ καὶ εἶπε Κύριος· καί γε τὸν Ἰούδαν ἀποστήσω ἀπὸ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, καὶ ἀπωσάμην τὴν πόλιν, ἣν ἐξελεξάμην τὴν Ἱερουσαλήμ, καὶ τὸν οἶκον ὃν εἶπα· ἔσται τὸ ὄνομά μου ἐκεῖ.
2Chr 35:18-19
²⁰ And Pharaoh Neco king of Egypt went up against the king of the Assyrians to the river Euphrates, and King Josiah went to meet him. ²¹ And he sent messengers to him, saying, What have I to do with thee, O king of Judah? I am not come today to war against thee; and God has told me to hasten: beware of the God that is with me, lest he destroy thee. ²² However Josiah turned not his face from him, but strengthened himself to fight against him, and hearkened not to the words of Neco by the mouth of God, and he came to fight in the plain of Megiddo. ²³ And the archers shot at King Josiah; and the king said to his servants, Take me away, for I am severely wounded. ²⁴ And his servants lifted him out of the chariot, and put him in the second chariot which he had, and brought him to Jerusalem; and he died, and was buried with his fathers: and all Judah and Jerusalem lamented over Josiah. ²⁵ And Jeremiah mourned over Josiah, and all the chief men and chief women uttered a lamentation over Josiah until this day: and they made it an ordinance for Israel, and, behold, it is written in the lamentations.
Καὶ ἀνέβη φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς Ἰωσίας εἰς συνάντησιν αὐτῷ. καὶ ἀπέστειλε πρὸς αὐτὸν ἀγγέλους λέγων· τί ἐμοὶ καὶ σοί, βασιλεῦ Ἰούδα; οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον πολεμῆσαι, καὶ ὁ Θεὸς εἶπε τοῦ κατασπεῦσαί με· πρόσεχε ἀπὸ τοῦ Θεοῦ τοῦ μετ' ἐμοῦ μὴ καταφθείρῃ σε. καὶ οὐκ ἀπέστρεψεν Ἰωσίας τὸ πρόσωπον αὐτοῦ ἀπ' αὐτοῦ, ἀλλ' ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη καὶ οὐκ ἤκουσε τῶν λόγων Νεχαὼ διά στόματος Θεοῦ καὶ ἦλθε τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδδώ. καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ἰωσίαν· καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ· ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα. καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτεραῖον, ὃ ἦν αὐτῷ, καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλήμ· καὶ ἀπέθανε καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. καὶ πᾶς Ἰούδα καὶ Ἱερουσαλὴμ ἐπένθησαν ἐπὶ Ἰωσίαν, καὶ ἐθρήνησεν Ἱερεμίας ἐπὶ Ἰωσίαν, καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ἰωσίαν ἕως τῆς σήμερον· καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ἰσραήλ, καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων.
2Chr 35:20-25
²⁶ And the rest of the acts of Josiah, and his hope, are written in the law of the Lord. ²⁷ And his acts, the first and the last, behold, [they are] written in the book of the kings of Israel and Judah.
καὶ ἦσαν οἱ λοιποὶ λόγοι Ἰωσίου καὶ ἡ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ Κυρίου· καὶ οἱ λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰσραὴλ καὶ Ἰούδα.
2Chr 35:26-27
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.