Skip to main content
Orthodox Knowledge
A
2 Kingdoms (2 Samuel)

Chapter 22

¹ And David spoke to the Lord the words of this song, in the day in which the Lord rescued him out of the hand of all his enemies, and out of the hand of Saul. ² And the song was thus:

ΚΑΙ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλετο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, καὶ εἶπεν· Κύριε, πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί,

2Kgdms 22:1-2

³ My God; he shall be to me my guard, I will trust in him:

ὁ Θεός μου φύλαξ μου ἔσται μοι, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με.

2Kgdms 22:3

⁴ I will call upon the Lord who is worthy to be praised,

αἰνετὸν ἐπικαλέσομαι Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.

2Kgdms 22:4

⁵ For the troubles of death compassed me,

ὅτι περιέσχον με συντριμμοὶ θανάτου, χείμαρροι ἀνομίας ἐθάμβησάν με·

2Kgdms 22:5

⁶ The pangs of death surrounded me,

ὠδῖνες θανάτου ἐκύκλωσάν με, προέφθασάν με σκληρότητες θανάτου.

2Kgdms 22:6

⁷ When I am afflicted I will call upon the Lord,

ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι τὸν Κύριον καὶ πρὸς τὸν Θεόν μου βοήσομαι· καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ.

2Kgdms 22:7

⁸ And the earth was troubled and quaked,

καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ, καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν, ὅτι ἐθυμώθη Κύριος αὐτοῖς.

2Kgdms 22:8

⁹ There went up a smoke in his wrath,

ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται, ἄνθρακες ἐξεκαύθησαν ἀπ' αὐτοῦ.

2Kgdms 22:9

¹⁰ And he bowed the heavens, and came down,

καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ.

2Kgdms 22:10

¹¹ And he rode upon the cherubs and did fly,

καὶ ἐπεκάθισεν ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου.

2Kgdms 22:11

¹² And he made darkness his hiding place;

καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ, ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων· ἐπάχυνεν ἐν νεφέλαις ἀέρος.

2Kgdms 22:12

¹³ At the brightness before him

ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός.

2Kgdms 22:13

¹⁴ The Lord thundered out of heaven,

ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ

2Kgdms 22:14

¹⁵ And he sent forth arrows, and scattered them,

καὶ ἀπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτούς, καὶ ἤστραψεν ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς.

2Kgdms 22:15

¹⁶ And the channels of the sea were seen,

καὶ ὤφθησαν ἀφέσεις θαλάσσης, καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει Κυρίου, ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ.

2Kgdms 22:16

¹⁷ He sent from above and took me;

ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, εἵλκυσέ με ἐξ ὑδάτων πολλῶν·

2Kgdms 22:17

¹⁸ He delivered me from my strong enemies,

ἐρρύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

2Kgdms 22:18

¹⁹ The days of my affliction prevented me;

προέφθασάν με ἡμέραι θλίψεώς μου καὶ ἐγένετο Κύριος ἐπιστήριγμά μου

2Kgdms 22:19

²⁰ And he brought me into a wide place,

καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν καὶ ἐξείλετό με, ὅτι ηὐδόκησεν ἐν ἐμοί.

2Kgdms 22:20

²¹ And the Lord recompensed me according to my righteousness;

καὶ ἀνταπέδωκέ μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέ μοι.

2Kgdms 22:21

²² Because I kept the ways of the Lord,

ὅτι ἐφύλαξα ὁδοὺς Κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου,

2Kgdms 22:22

²³ For all his judgments and his ordinances [were] before me:

ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου, καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπ' αὐτῶν.

2Kgdms 22:23

²⁴ And I shall be blameless before him,

καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.

2Kgdms 22:24

²⁵ And the Lord will recompense me according to my righteousness,

καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.

2Kgdms 22:25

²⁶ With the holy thou wilt be holy,

μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ

2Kgdms 22:26

²⁷ And with the excellent thou wilt be excellent,

καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ.

2Kgdms 22:27

²⁸ And thou wilt save the poor people,

καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις.

2Kgdms 22:28

²⁹ For thou, Lord, [art] my lamp,

ὅτι σὺ ὁ λύχνος μου, Κύριε, καὶ Κύριος ἐκλάμψει μοι τὸ σκότος μου.

2Kgdms 22:29

³⁰ For by thee shall I run [as] a girded man,

ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.

2Kgdms 22:30

³¹ As for the Mighty One, his way [is] blameless:

ὁ ἰσχυρός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὸ ρῆμα Κυρίου κραταιόν, πεπυρωμένον, ὑπερασπιστής ἐστι πᾶσι τοῖς πεποιθόσιν ἐπ' αὐτόν.

2Kgdms 22:31

³² Who [is] strong, but the Lord?

τίς ἰσχυρὸς πλὴν Κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ Θεοῦ ἡμῶν;

2Kgdms 22:32

³³ [It is] the Mighty One who strengthens me with might,

ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου·

2Kgdms 22:33

³⁴ He makes my feet like harts’ feet,

τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με·

2Kgdms 22:34

³⁵ He teaches my hands to war,

διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου.

2Kgdms 22:35

³⁶ And thou hast given me the shield of my salvation,

καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέ με

2Kgdms 22:36

³⁷ So as to make room under me for my going,

εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου.

2Kgdms 22:37

³⁸ I will pursue my enemies, and will utterly destroy them;

διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω ἕως ἂν συντελέσω αὐτούς·

2Kgdms 22:38

³⁹ And I will crush them, and they shall not rise;

καὶ θλάσω αὐτοὺς καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου.

2Kgdms 22:39

⁴⁰ And thou shalt strengthen me with power for the war;

καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπιστανομένους μοι ὑποκάτω μου·

2Kgdms 22:40

⁴¹ And thou hast caused mine enemies to flee before me,

καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς.

2Kgdms 22:41

⁴² They shall cry, and there shall be no helper;

βοήσονται, καὶ οὐκ ἔστι βοηθός, πρὸς Κύριον, καὶ οὐκ ἐπήκουσεν αὐτῶν.

2Kgdms 22:42

⁴³ And I ground them as the dust of the earth,

καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς.

2Kgdms 22:43

⁴⁴ And thou shalt deliver me from the striving of the peoples,

καὶ ρύσῃ με ἐκ μάχης λαῶν, φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν. λαός, ὃν οὐκ ἔγνω, ἐδούλευσάν μοι,

2Kgdms 22:44

⁴⁵ The strange children feigned [obedience] to me;

υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου·

2Kgdms 22:45

⁴⁶ The strange children shall be cast away,

υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν.

2Kgdms 22:46

⁴⁷ The Lord lives, and blessed [be] my guardian,

ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ Θεός μου, ὁ φύλαξ τῆς σωτηρίας μου.

2Kgdms 22:47

⁴⁸ The Lord who avenges me [is] strong,

ἰσχυρὸς Κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί, παιδεύων λαοὺς ὑποκάτω μου

2Kgdms 22:48

⁴⁹ And bringing me out from my enemies:

καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου, καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ρύσῃ με.

2Kgdms 22:49

⁵⁰ Therefore will I confess to thee, O Lord, among the Gentiles,

διὰ τοῦτο ἐξομολογήσομαί σοι, Κύριε, ἐν τοῖς ἔθνεσι καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ,

2Kgdms 22:50

⁵¹ He magnifies the salvation of his king,

μεγαλύνων τὰς σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

2Kgdms 22:51

Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.

The Fathers on this passage

How the fathers, councils, and saints of the corpus read 2 Kingdoms (2 Samuel): Chapter 22. Drawn by meaning from across the tradition; follow any link to read it in full context.