Chapter 2
¹ And it came to pass, when the Lord was going to take Elijah with a whirlwind as it were into heaven, that Elijah and Elisha went out of Gilgal. ² And Elijah said to Elisha, Stay here, I pray thee; for God has sent me to Bethel. And Elisha said, [As] the Lord lives and thy soul lives, I will not leave thee; so they came to Bethel. ³ And the sons of the prophets who were in Bethel came to Elisha, and said to him, Dost thou know, that the Lord this day is going to take thy lord away from thy head? And he said, Yea, I know [it]; be silent. ⁴ And Elijah said to Elisha, Stay here, I pray thee; for the Lord has sent me to Jericho. And he said, [As] the Lord lives and thy soul lives, I will not leave thee. And they came to Jericho.
ΚΑΙ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν Ἠλιοὺ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἑλισαιὲ ἐκ Γαλγάλων. καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Βαιθήλ· καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ. καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἑλισαιὲ καὶ εἶπον πρὸς αὐτόν· εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· κἀγὼ ἔγνωκα, σιωπᾶτε. καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἑλισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς Ἱεριχώ· καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἱεριχώ.
4Kgdms 2:1-4
⁵ And the sons of the prophets who were in Jericho drew near to Elisha, and said to him, Dost thou know that the Lord is about to take away thy master today from thy head? And he said, Yea, I know [it]; hold your peace. ⁶ And Elijah said to him, Stay here, I pray thee, for the Lord has sent me to Jordan. And Elisha said, [As] the Lord lives and thy soul lives, I will not leave thee: and they both went on. ⁷ And fifty men of the sons of the prophets [went also], and they stood opposite afar off: and both stood on [the bank] of Jordan. ⁸ And Elijah took his mantle, and wrapped it together, and smote the water: and the water was divided on this side and on that side, and they both went over on dry ground.
καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ πρὸς Ἑλισαιὲ καὶ εἶπαν πρὸς αὐτόν· εἰ ἔγνως ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· καί γε ἐγὼ ἔγνων, σιωπᾶτε. καὶ εἶπεν αὐτῷ Ἠλιού· κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν Ἰορδάνην· καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι· καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξεναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου. καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ.
4Kgdms 2:5-8
⁹ And it came to pass while they were crossing over, that Elijah said to Elisha, Ask what I shall do for thee before I am taken up from thee. And Elisha said, Let there be, I pray thee, a double [portion] of thy spirit upon me. ¹⁰ And Elijah said, Thou hast asked a hard thing: if thou shalt see me when I am taken up from thee, then shall it be so to thee; and if not, it shall not be [so].
καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ἠλιοὺ εἶπε πρὸς Ἑλισαιέ· αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ. καὶ εἶπεν Ἑλισαιέ· γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ᾿ ἐμέ. καὶ εἶπεν Ἠλιού· ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται.
4Kgdms 2:9-10
¹¹ And it came to pass as they were going, they went on talking; and, behold, a chariot of fire, and horses of fire, and it separated between them both; and Elijah was taken up in a whirlwind as it were into heaven. ¹² And Elisha saw, and cried, Father, father, the chariot of Israel, and the horseman thereof! And he saw him no more: and he took hold of his garments, and rent them into two pieces. ¹³ And Elisha took up the mantle of Elijah, which fell from off him upon Elisha; and Elisha returned, and stood upon the brink of Jordan; ¹⁴ and he took the mantle of Elijah, which fell from off him, and smote the water, and said, Where is the Lord God of Elijah? and he smote the waters, and they were divided hither and thither; and Elisha went over.
καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. καὶ Ἑλισαιὲ ἑώρα καὶ ἐβόα· πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ρήγματα. καὶ ὕψωσε τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν ἐπάνωθεν Ἑλισαιέ, καὶ ἐπέστρεψεν Ἑλισαιὲ καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου· καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ καὶ οὐ διέστη· καὶ εἶπε· ποῦ ὁ Θεὸς Ἠλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα καὶ ἔνθα, καὶ διέβη Ἑλισαιέ.
4Kgdms 2:11-14
¹⁵ And the sons of the prophets who were in Jericho on the opposite side saw him, and said, The spirit of Elijah has rested upon Elisha. And they came to meet him, and did obeisance to him to the ground. ¹⁶ And they said to him, Behold now, [there are] with thy servants fifty men of strength: let them go now, and seek thy lord: peradventure the Spirit of the Lord has taken him up, and cast him into Jordan, or on one of the mountains, or on one of the hills. And Elisha said, Ye shall not send. ¹⁷ And they pressed him until he was ashamed; and he said, Send. And they sent fifty men, and sought three days, and found him not. ¹⁸ And they returned to him, for he dwelt in Jericho: and Elisha said, Did I not say to you, Go not?
καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ ἐξεναντίας καὶ εἶπον· ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἑλισαιέ· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν. καὶ εἶπον πρὸς αὐτόν· ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε ᾖρεν αὐτὸν πνεῦμα Κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφ᾿ ἓν τῶν ὀρέων ἢ ἐφ᾿ ἕνα τῶν βουνῶν. καὶ εἶπεν Ἑλισαιέ· οὐκ ἀποστελεῖτε. καὶ παρεβιάσαντο αὐτὸν ἕως οὗ ᾐσχύνετο. καὶ εἶπεν· ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν. καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν Ἱεριχώ, καὶ εἶπεν Ἑλισαιέ· οὐκ εἶπον πρὸς ὑμᾶς, μὴ πορευθῆτε;
4Kgdms 2:15-18
¹⁹ And the men of the city said to Elisha, Behold, the situation of the city [is] good, as [our] lord sees; but the waters [are] bad, and the ground barren. ²⁰ And Elisha said, Bring me a new pitcher, and put salt in it. And they took [one], and brought [it] to him. ²¹ And Elisha went out to the spring of the waters, and cast salt therein, and says, Thus saith the Lord, I have healed these waters; there shall not be any longer death thence or barren [land]. ²² And the waters were healed until this day, according to the word of Elisha which he spoke.
καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἑλισαιέ· ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη. καὶ εἶπεν Ἑλισαιέ· λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον καὶ ἤνεγκαν πρὸς αὐτόν. καὶ ἐξῆλθεν Ἑλισαιὲ εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπε· τάδε λέγει Κύριος· ἴαμαι τὰ ὕδατα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη. καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ρῆμα Ἑλισαιέ, ὃ ἐλάλησε.
4Kgdms 2:19-22
²³ And he went up thence to Bethel: and as he was going up by the way there came up also little children from the city, and mocked him, and said to him, Go up, baldhead, go up. ²⁴ And he turned after them, and saw them, and cursed them in the name of the Lord. And, behold, there came out two bears out of the wood, and they tore forty and two children of them. ²⁵ And he went thence to Mount Carmel, and returned thence to Samaria.
καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ· ἀνάβαινε, φαλακρέ, ἀνάβαινε. καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτά, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἀπ᾿ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας. καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον κἀκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.
4Kgdms 2:23-25
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.