Skip to main content
Orthodox Knowledge
A
Amos

Chapter 7

Amos · Prophet Amos

¹ Thus has the Lord God shown me; and, behold, a swarm of locusts coming from the east; and, behold, one caterpillar, King Gog. ² And it came to pass when he had finished devouring the grass of the land, that I said, Lord God, be merciful; who shall raise up Jacob? for he is small in number. ³ Repent, O Lord, for this. And this shall not be, saith the Lord.

ΟΥΤΩΣ ἔδειξέ μοι Κύριος ὁ Θεός, καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή, καὶ ἰδοὺ βροῦχος εἷς Γὼγ ὁ βασιλεύς. καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα· Κύριε Κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι· μετανόησον, Κύριε, ἐπὶ τούτῳ. καὶ τοῦτο οὐκ ἔσται, λέγει Κύριος.

Am 7:1-3

⁴ Thus has the Lord shown me; and, behold, the Lord called for judgment by fire, and it devoured the great deep, and devoured the Lord’s portion. ⁵ Then I said, O Lord, cease, I pray thee: who shall raise up Jacob? for he is small in number. Repent, O Lord, for this. ⁶ This also shall not be, saith the Lord.

Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πυρὶ Κύριος, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγε τὴν μερίδα Κυρίου. καὶ εἶπα· Κύριε, κόπασον δή, τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι· μετανόησον, Κύριε, ἐπὶ τούτῳ. καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος.

Am 7:4-6

⁷ Thus the Lord showed me; and behold, he stood upon a wall of adamant, and in his hand [was] an adamant. ⁸ And the Lord said to me, What seest thou, Amos? And I said, An adamant. And the Lord said to me, Behold, I appoint an adamant in the midst of my people Israel: I will not pass by them anymore. ⁹ And the joyful altars shall be abolished, and the sacrifices of Israel shall be set aside; and I will rise up against the house of Jeroboam with the sword.

Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. καὶ εἶπε Κύριος πρός με· τί σὺ ὁρᾷς, Ἀμώς; καὶ εἶπα· ἀδάμαντα· καὶ εἶπε Κύριος πρός με· ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ, οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν· καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταί τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ρομφαίᾳ.

Am 7:7-9

¹⁰ Then Amaziah the priest of Bethel sent to Jeroboam king of Israel, saying, Amos is forming conspiracies against thee in the midst of the house of Israel: the land will be utterly unable to bear all his words. ¹¹ For thus says Amos, Jeroboam shall die by the sword, and Israel shall be led away captive from his land.

Καὶ ἐξαπέστειλεν Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραὴλ λέγων· συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἴκου Ἰσραήλ· οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν πάντας τοὺς λόγους αὐτοῦ, διότι τάδε λέγει Ἀμώς· ἐν ρομφαίᾳ τελευτήσει Ἱεροβοάμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.

Am 7:10-11

¹² And Amaziah said to Amos, Go, seer, remove thou into the land of Judah, and live there, and thou shalt prophesy there: ¹³ but thou shalt no longer prophesy at Bethel: for it is the king’s sanctuary, and it is the royal house.

καὶ εἶπεν Ἀμασίας πρὸς Ἀμώς· ὁ ὁρῶν, βάδιζε ἐκχώρησον σὺ εἰς γῆν Ἰούδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις, εἰς δὲ Βαιθὴλ οὐκέτι προσθήσεις τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ καὶ οἶκος βασιλείας ἐστί.

Am 7:12-13

¹⁴ And Amos answered, and said to Amaziah, I was not a prophet, nor the son of a prophet; but I was a herdsman, and a gatherer of sycamore fruits. ¹⁵ And the Lord took me from the sheep, and the Lord said to me, Go, and prophesy to my people Israel. ¹⁶ And now hear the word of the Lord: Thou sayest, Prophesy not to Israel, and raise not a tumult against the house of Jacob. ¹⁷ Therefore thus saith the Lord; Thy wife shall be a harlot in the city, and thy sons and thy daughters shall fall by the sword, and thy land shall be measured with the line; and thou shalt die in an unclean land; and Israel shall be led captive out of his land. Thus has the Lord God shown me.

καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε πρὸς Ἀμασίαν· οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ᾿ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα· καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρός με· βάδιζε προφήτευσον ἐπὶ τὸν λαὸν μου Ἰσραήλ. καὶ νῦν ἄκουε λόγον Κυρίου. σὺ λέγεις· μὴ προφήτευε ἐπὶ τὸν Ἰσραὴλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ἰακώβ· διὰ τοῦτο τάδε λέγει Κύριος· ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ρομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ γῆς γῆς αὐτοῦ.

Am 7:14-17

Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.

The Fathers on this passage

How the fathers, councils, and saints of the corpus read Amos: Chapter 7. Drawn by meaning from across the tradition; follow any link to read it in full context.