Chapter 25
Ezekiel · Prophet Ezekiel
¹ And the word of the Lord came to me, saying, ² Son of man, set thy face steadfastly against the children of Ammon, and prophesy against them; ³ and thou shalt say to the children of Ammon,
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ προφήτευσον ἐπ' αὐτοὺς καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμών· ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ,
Ezk 25:1-3
⁴ therefore, behold, I [will] deliver you to the children of Kedem for an inheritance, and they shall lodge in thee with their stuff, and they shall pitch their tents in thee: they shall eat thy fruits, and they shall drink thy milk. ⁵ And I will give up the city of Ammon for camels’ pastures, and the children of Ammon for a pasture of sheep: and ye shall know that I am the Lord.
διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου. καὶ δώσω τὴν πόλιν τοῦ Ἀμμὼν εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς Ἀμμὼν εἰς νομὴν προβάτων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
Ezk 25:4-5
⁶ For thus saith the Lord; Because thou hast clapped thy hands, and stamped with thy foot, and heartily rejoiced against the land of Israel; ⁷ therefore I will stretch out my hand against thee, and I will make thee a spoil to the nations; and I will utterly destroy thee from among the peoples, and I will completely cut thee off from out of the countries: and thou shalt know that I am the Lord.
διότι τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐψόφησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ, διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ· καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος.
Ezk 25:6-7
⁸ Thus saith the Lord; Because Moab has said, Behold, are not the house of Israel and Judah like all the [other] nations? ⁹ Therefore, behold, I will weaken the shoulder of Moab from his frontier cities, [even] the choice land, the house of Beth-jeshimoth above the fountain of the city, by the seaside. ¹⁰ I have given him the children of Kedem in addition to the children of Ammon for an inheritance, that there may be no remembrance of the children of Ammon. ¹¹ And I will execute vengeance on Moab; and they shall know that I am the Lord.
Τάδε λέγει Κύριος· ἀνθ' ὧν εἶπε Μωάβ· ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος Ἰσραὴλ καὶ Ἰούδα, διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον Ἀσιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας. τοῖς υἱοῖς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Ἀμμών· καὶ εἰς Μωὰβ ποιήσω ἐκδίκησιν, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος.
Ezk 25:8-11
¹² Thus saith the Lord; Because of what the Edomites have done in taking vengeance on the house of Judah, and [because they] have remembered injuries, and have exacted full recompense; ¹³ therefore thus saith the Lord; I will also stretch out my hand upon Edom, and will utterly destroy out of it man and beast; and will make it desolate; and they that are pursued out of Teman shall fall by the sword. ¹⁴ And I will execute my vengeance on Edom by the hand of my people Israel: and they shall deal in Edom according to mine anger and according to my wrath, and they shall know my vengeance, saith the Lord.
Τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησεν ἡ Ἰδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Ἰούδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην, διὰ τοῦτο τάδε λέγει Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ἰδουμαίαν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν διωκόμενοι ἐν ρομφαίᾳ πεσοῦνται. καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραήλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου· καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Κύριος.
Ezk 25:12-14
¹⁵ Therefore thus saith the Lord, Because the Philistines have wrought revengefully, and raised up vengeance rejoicing from their heart to destroy [the Israelites] to a man; ¹⁶ therefore thus saith the Lord; Behold, I [will] stretch out my hand upon the Philistines, and will utterly destroy the Cretans, and will cut off the remnant that dwell by the seacoast. ¹⁷ And I will execute great vengeance upon them; and they shall know that I am the Lord, when I have brought my vengeance upon them.
Διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως ἑνός, διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολοθρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν· καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς.
Ezk 25:15-17
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.