Skip to main content
Orthodox Knowledge
A
Genesis

Chapter 14

Genesis · Moses

¹ And it came to pass in the reign of Amraphel king of Shinar, and Arioch king of Ellasar, that Chedorlaomer king of Elam, and Tidal king of nations, ² made war with Bera king of Sodom, and with Birsha king of Gomorrah, and with Shinab, king of Admah, and with Shemeber king of Zeboiim and the king of Bela, this is Zoar. ³ All these met with one consent at the salt valley; this is [now] the Sea of Salt. ⁴ Twelve years they served Chedorlaomer, and the thirteenth year they revolted. ⁵ And in the fourteenth year came Chedorlaomer, and the kings with him, and cut to pieces the giants in Ashteroth, and Karnaim, and strong nations with them, and the Emim in the city Shaveh. ⁶ And the Horites in the mountains of Seir, to the turpentine tree of Paran, which is in the desert. ⁷ And having turned back they came to the well of judgment; this is Kadesh, and they cut in pieces all the princes of Amalek, and the Amorites dwelling in Hazazon-tamar. ⁸ And the king of Sodom went out, and the king of Gomorrah, and king of Admah, and king of Zeboiim, and king of Bela, this is Zoar, and they set themselves in array against them for war in the salt valley, ⁹ against Chedorlaomer king of Elam, and Tidal king of nations, and Amraphel king of Shinar, and Arioch king of Ellasar, the four kings against the five. ¹⁰ Now the salt valley [consists of] slime pits. And the king of Sodom fled and the king of Gomorrah, and they fell in there: and they that were left fled to the mountain country. ¹¹ And they took all the cavalry of Sodom and Gomorrah, and all their provisions, and departed. ¹² And they took also Lot the son of Abram’s brother, and his baggage, and departed, for he dwelt in Sodom.

ΕΓΕΝΕΤΟ δὲ ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰλ βασιλέως Σενναάρ, καὶ Ἀριὼχ βασιλέως Ἐλλασάρ, Χοδολλογομὸρ βασιλεὺς Ἐλὰμ καὶ Θαργὰλ βασιλεὺς ἐθνῶν ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόρρας καὶ μετὰ Σενναὰρ βασιλέως Ἀδαμὰ καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωείμ, καὶ βασιλέως Βαλάκ (αὕτη ἐστὶ Σηγώρ). πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκὴν (αὕτη ἡ θάλασσα τῶν ἁλῶν). δώδεκα ἔτη αὐτοὶ ἐδούλευσαν τῷ Χοδολλογομόρ, τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν. ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετ᾿ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ καὶ Καρναΐν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς Ὀμμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσι Σηείρ, ἕως τῆς τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως (αὕτη ἐστὶ Κάδης) καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ καὶ τοὺς Ἀμορραίους τοὺς κατοικοῦντας ἐν Ἀσασονθαμάρ. ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ βασιλεὺς Ἀδαμὰ καὶ βασιλεὺς Σεβωεὶμ καὶ βασιλεὺς Βαλάκ (αὕτη ἐστὶ Σηγώρ) καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ, πρὸς Χοδολλογομὸρ βασιλέα Ἐλὰμ καὶ Θαργὰλ βασιλέα ἐθνῶν καὶ Ἀμαρφὰλ βασιλέα Σενναὰρ καὶ Ἀριὼχ βασιλέα Ἐλλασάρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε. ἡ δὲ κοιλὰς ἡ ἁλυκή, φρέατα ἀσφάλτου. ἔφυγε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ ἐνέπεσαν ἐκεῖ, οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον. ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόρρας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον. ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ ¨Αβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις.

Gen 14:1-12

¹³ And one of them that had been rescued came and told Abram the Hebrew; and he dwelt by the oak of Mamre the Amorite the brother of Eshcol, and the brother of Aner, who were confederates with Abram. ¹⁴ And Abram having heard that Lot his nephew had been taken captive, numbered his own homeborn [servants] three hundred and eighteen, and pursued after them to Dan. ¹⁵ And he came upon them by night, he and his servants, and he smote them and pursued them as far as Hobah, which is on the left of Damascus. ¹⁶ And he recovered all the cavalry of Sodom, and he recovered Lot his nephew, and all his possessions, and the women and the people. ¹⁷ And the king of Sodom went out to meet him, after he returned from the slaughter of Chedorlaomer, and the kings with him, to the Valley of Shaveh; this was the plain of the kings.

Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν ¨Αβραμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυΐ τῇ Μαμβρῇ Ἀμορραίου τοῦ ἀδελφοῦ Ἐσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τοῦ ¨Αβραμ. ἀκούσας δὲ ¨Αβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν. καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβά, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομὸρ καὶ τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβύ (τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων).

Gen 14:13-17

¹⁸ And Melchizedek king of Salem brought forth loaves and wine, and he was the priest of the most high God. ¹⁹ And he blessed Abram, and said, Blessed be Abram of the most high God, who made heaven and earth, ²⁰ and blessed be the most high God who delivered thine enemies into thy power. And Abram gave him the tithe of all. ²¹ And the king of Sodom said to Abram, Give me the men, and take the horses to thyself. ²² And Abram said to the king of Sodom, I will stretch out my hand to the Lord the most high God, who made the heaven and the earth, ²³ [that] I will not take from all thy goods from a string to a shoe latchet, lest thou shouldest say, I have made Abram rich. ²⁴ Except what things the young men have eaten, and the portion of the men that went with me, Eshcol, Aner, Mamre, these shall take a portion.

καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. καὶ εὐλόγησε τὸν ¨Αβραμ καὶ εἶπεν· εὐλογημένος ¨Αβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ ¨Αβραμ δεκάτην ἀπὸ πάντων. εἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς ¨Αβραμ· δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ. εἶπε δὲ ¨Αβραμ πρὸς τὸν βασιλέα Σοδόμων· ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι ἐγὼ ἐπλούτισα τὸν ¨Αβραμ· πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾿ ἐμοῦ, Ἐσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα.

Gen 14:18-24

Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.

The Fathers on this passage

How the fathers, councils, and saints of the corpus read Genesis: Chapter 14. Drawn by meaning from across the tradition; follow any link to read it in full context.