Chapter 16
Genesis · Moses
¹ And Sarai the wife of Abram bore him no children; and she had an Egyptian maid, whose name was Hagar. ² And Sarai said to Abram, Behold, the Lord has restrained me from bearing, go therefore in to my maid, that I may get children for myself through her. And Abram hearkened to the voice of Sarai. ³ So Sarai the wife of Abram having taken Hagar the Egyptian her handmaid, after Abram had dwelt ten years in the land of Canaan, gave her to Abram her husband as a wife to him. ⁴ And he went in to Hagar, and she conceived, and saw that she was with child, and her mistress was dishonored before her. ⁵ And Sarai said to Abram, I am injured by thee; I gave my handmaid into thy bosom, and when I saw that she was with child, I was dishonored before her. The Lord judge between me and thee. ⁶ And Abram said to Sarai, Behold thy handmaid is in thy hands, use her as it may seem good to thee. And Sarai afflicted her, and she fled from her face.
ΣΑΡΑ δὲ γυνὴ ¨Αβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. εἶπε δὲ Σάρα πρὸς ¨Αβραμ· ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς. ὑπήκουσε δὲ ¨Αβραμ τῆς φωνῆς Σάρας. καὶ λαβοῦσα Σάρα ἡ γυνὴ ¨Αβραμ Ἄγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι ¨Αβραμ ἐν γῇ Χαναάν, ἔδωκεν αὐτὴν τῷ ¨Αβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα. καὶ εἰσῆλθε πρὸς Ἄγαρ, καὶ συνέλαβε. καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς. εἶπε δὲ Σάρα πρὸς ¨Αβραμ· ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. εἶπε δὲ ¨Αβραμ πρὸς Σάραν· ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστόν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.
Gen 16:1-6
⁷ And an angel of the Lord found her by the fountain of water in the wilderness, by the fountain in the way to Shur. ⁸ And the angel of the Lord said to her, Hagar, Sarai’s maid, whence comest thou, and whither goest thou? and she said, I am fleeing from the face of my mistress Sarai. ⁹ And the angel of the Lord said to her, Return to thy mistress, and submit thyself under her hands. ¹⁰ And the angel of the Lord said to her, I will surely multiply thy seed, and it shall not be numbered for multitude. ¹¹ And the angel of the Lord said to her, Behold, thou art with child, and shalt bear a son, and shalt call his name Ishmael, for the Lord hath hearkened to thy humiliation. ¹² He shall be a wild man, his hands against all, and the hands of all against him, and he shall dwell in the presence of all his brethren. ¹³ And she called the name of the Lord God who spoke to her, Thou art God who seest me; for she said, For I have openly seen him that appeared to me. ¹⁴ Therefore she called the well, The well of him whom I have openly seen; behold it is between Kadesh and Bered. ¹⁵ And Hagar bore a son to Abram; and Abram called the name of his son which Hagar bore to him, Ishmael. ¹⁶ And Abram was eighty-six years old, when Hagar bore Ishmael to Abram.
Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ. καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου. Ἄγαρ, παιδίσκη Σάρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους. καί εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· ἰδού, σὺ ἐν γαστρί ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ᾿ αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει. καὶ ἐκάλεσεν Ἄγαρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· σὺ ὁ Θεὸς ὁ ἐπιδών με, ὅτι εἶπε· καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι. ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ. Καὶ ἔτεκεν Ἄγαρ τῷ ¨Αβραμ υἱόν, καὶ ἐκάλεσεν ¨Αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἄγαρ, Ἰσμαήλ. ¨Αβραμ δὲ ἦν ἐτῶν ὀγδοηκονταέξ, ἡνίκα ἔτεκεν Ἄγαρ τῷ ¨Αβραμ τὸν Ἰσμαήλ.
Gen 16:7-16
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.