Chapter 39
Jeremiah · Prophet Jeremiah
¹ The word that came from the Lord to Jeremiah in the tenth year of King Zedekiah, this is the eighteenth year of King Nebuchadnezzar king of Babylon.
Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν ἐν τῷ ἐνιαυτῷ δεκάτῳ βασιλεῖ Σεδεκίᾳ, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος·
Jer 39:1
² And the host of the king of Babylon had made a rampart against Jerusalem: and Jeremiah was kept in the court of the prison, which is in the king’s house; ³ in which King Zedekiah [had] shut him up, saying, Wherefore dost thou prophesy, saying, Thus saith the Lord, Behold, I [will] give this city into the hands of the king of Babylon, and he shall take it; ⁴ and Zedekiah shall by no means be delivered out of the hand of the Chaldeans, for he shall certainly be given up into the hands of the king of Babylon, and his mouth shall speak to his mouth, and his eyes shall look upon his eyes; ⁵ and Zedekiah shall go into Babylon, and dwell there?
καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ἱερουσαλήμ, καὶ Ἱερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς, ἥ ἐστιν ἐν οἴκῳ βασιλέως, ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκίας λέγων· διατί σὺ προφητεύεις λέγων; οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶ βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν, καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, καὶ εἰσελεύσεται Σεδεκίας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται.
Jer 39:2-5
⁶ And the word of the Lord came to Jeremiah, saying, ⁷ Behold, Hanamel the son of Shallum thy father’s brother is coming to thee, saying, Buy thee my field that is in Anathoth: for thou [hast] the right to take [it] as a purchase.
καὶ λόγος Κυρίου ἐγενήθη πρὸς Ἱερεμίαν λέγων· ἰδοὺ Ἀναμεὴλ υἱὸς Σαλὼμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων· κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίσις παραλαβεῖν εἰς κτῆσιν.
Jer 39:6-7
⁸ So Hanamel the son of Shallum my father’s brother came to me into the court of the prison, and said, Buy thee my field that is in the land of Benjamin, in Anathoth: for thou [hast] a right to buy it, and thou art the elder. So I knew that it was the word of the Lord. ⁹ And I bought the field of Hanamel the son of my father’s brother, and I weighed him seventeen shekels of silver. ¹⁰ And I wrote [it] in a book, and sealed [it], and took the testimony of witnesses, and weighed the money in the balance. ¹¹ And I took the book of the purchase that was sealed; ¹² and I gave it to Baruch son of Neriah, son of Mahseiah, in the sight of Hanamel my father’s brother’s son, and in the sight of the men that stood by and wrote in the book of the purchase, and in the sight of the Jews that were in the court of the prison. ¹³ And I charged Baruch in their presence, saying, Thus saith the Lord Almighty; ¹⁴ Take this book of the purchase, and the book that has been read; and thou shalt put it into an earthen vessel, that it may remain many days. ¹⁵ For thus saith the Lord; There shall yet be bought fields and houses and vineyards in this land.
καὶ ἦλθε πρός με Ἀναμεὴλ υἱὸς Σαλώμ, ἀδελφοῦ πατρός μου, εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπε· κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμὶν τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίμα κτήσασθαι αὐτόν, καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος Κυρίου ἐστί, καὶ ἐκτησάμην τὸν ἀγρὸν Ἀναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου· καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ. καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον καὶ ἔδωκα αὐτὸ τῷ Βαροὺχ υἱῷ Νηρίου υἱῷ Μαασαίου κατ' ὀφθαλμοὺς Ἀναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ' ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν παρεστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ' ὀφθαλμοὺς τῶν Ἰουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς. καὶ συνέταξα τῷ Βαροὺχ κατ' ὀφθαλμοὺς αὐτῶν λέγων· οὕτως εἶπε Κύριος παντοκράτωρ· λάβε τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους. ὅτι οὕτως εἶπε Κύριος· ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ.
Jer 39:8-15
¹⁶ And I prayed to the Lord after I had given the book of the purchase to Baruch the son of Neriah, saying,
Καὶ προσευξάμην πρὸς Κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαροὺχ υἱὸν Νηρίου λέγων·
Jer 39:16
¹⁷ O [ever] living Lord! thou hast made the heaven and the earth by thy great power, and with thy high and lofty arm: nothing can be hidden from thee. ¹⁸ Granting mercy to thousands, and recompensing the sins of the fathers into the bosoms of their children after them: the great, the strong God; ¹⁹ the Lord of great counsel, and mighty in deeds, the great Almighty God, and Lord of great name: thine eyes are upon the ways of the children of men, to give to every one according to his way: ²⁰ who hast wrought signs and wonders in the land of Egypt even to this day, and in Israel, and among the inhabitants of the earth; and thou didst make for thyself a name, as at this day; ²¹ and thou didst bring out thy people Israel out of the land of Egypt with signs, and with wonders, with a mighty hand, and with a high arm, and with great sights; ²² and thou gavest them this land, which thou didst swear [to give] to their fathers, a land flowing with milk and honey; ²³ and they went in, and took it; but they hearkened not to thy voice, and walked not in thine ordinances; they did none of the things which thou didst command them, and they caused all these calamities to happen to them. ²⁴ Behold, a multitude is come against the city to take it; and the city is given into the hands of the Chaldeans that fight against it, by the power of the sword, and the famine: as thou hast spoken, so has it happened. ²⁵ And thou sayest to me, Buy thee the field for money; and I wrote a book, and sealed [it], and took the testimony of witnesses: and the city is given into the hands of the Chaldeans.
ᾦ Κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύϊ σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν, ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ' αὐτούς, ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρός, Κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ Θεὸς ὁ μέγας, ὁ παντοκράτωρ καὶ μεγαλώνυμος Κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ· ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν Ἰσραὴλ καὶ ἐν τοῖς γηγενέσι· καὶ ἐποίησας σεαυτῷ ὄνομα, ὡς ἡμέρα αὕτη καὶ ἐξήγαγες τὸν λαόν σου Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασι μεγάλοις· καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ρέουσαν γάλα καὶ μέλι. καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασί σου οὐκ ἐπορεύθησαν· ἅπαντα, ἃ ἐνετείλω αὐτοῖς οὐκ ἐποίησαν· καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα. ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο. καὶ σὺ λέγεις πρός με· κτῆσαι σεαυτῷ τὸν ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας· καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων.
Jer 39:17-25
²⁷ I am the Lord, the God of all flesh: shall anything be hidden from me! ²⁸ Therefore thus saith the Lord God of Israel; This city shall certainly be delivered into the hands of the king of Babylon, and he shall take it: ²⁹ and the Chaldeans shall come to war against this city, and they shall burn this city with fire, and shall burn down the houses wherein they burned incense on the roofs thereof to Baal, and poured drink offerings to other gods, to provoke me. ³⁰ For the children of Israel and the children of Judah alone did evil in my sight from their youth. ³¹ For this city was [obnoxious] to my anger and my wrath, from the day that they built it even to this day; that I should remove it from my presence, ³² because of all the wickedness of the children of Israel and Judah, which they wrought to provoke me, they and their kings, and their princes, and their priests, and their prophets, the men of Judah, and the dwellers in Jerusalem. ³³ And they turned the back to me, and not the face: whereas I taught them early in the morning, but they hearkened no more to receive instruction. ³⁴ And they set their pollutions in the house, on which my name was called, by their uncleannesses. ³⁵ And they built to Baal the altars that are in the Valley of the Son of Hinnom, to offer their sons and their daughters to King Molech; which things I commanded them not, neither came it into my mind that they should do this abomination, to cause Judah to sin.
ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκός, μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι; διὰ τοῦτο οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν, καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσι τὰς οἰκίας, ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βάαλ καὶ ἔσπευδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικράναι με. ὅτι ἦσαν οἱ υἰοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ' ὀφθαλμούς μου ἐκ νεότητος αὐτῶν. ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη, ἀφ' ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου, διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ἰσραὴλ καὶ Ἰούδα, ὧν ἐποίησαν πικράναι με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ, καὶ ἀπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον· καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου, καὶ ἐδίδαξα, καὶ οὐκ ἤκουσαν ἔτι λαβεῖν παιδείαν. καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτῷ, ἐν ἀκαθαρσίαις αὐτῶν, καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ τοὺς ἐν φάραγγι υἱοῦ Ἐννὸμ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολὸχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ἰούδαν.
Jer 39:27-35
³⁶ And now thus has the Lord God of Israel said concerning this city, of which thou sayest, It shall be delivered into the hands of the king of Babylon by the sword, and by famine, and banishment. ³⁷ Behold, I [will] gather them out of every land, where I have scattered them in my anger, and my wrath, and great fury; and I will bring them back into this place, and will cause them to dwell safely: ³⁸ and they shall be to me a people, and I will be to them a God. ³⁹ And I will give them another way, and another heart, to fear me continually, and [that] for good to them and their children after them. ⁴⁰ And I will make with them an everlasting covenant, which I will by no means turn away from them, and I will put my fear into their heart, that they may not depart from me. ⁴¹ And I will visit [them] to do them good, and I will plant them in this land in faithfulness, and with all my heart, and with all [my] soul.
Καὶ νῦν οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐπὶ τὴν πόλιν, ἣν σὺ λέγεις· παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ. ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ ἐν παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτούς εἰς τὸν τόπον τοῦτον καὶ καθιῶ αὐτοὺς πεποιθότας, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθῆναί με πάσας τὰς ἡμέρας καὶ εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ' αὐτούς. καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ' ἐμοῦ. καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ.
Jer 39:36-41
⁴² For thus saith the Lord; As I have brought upon this people all these great evils, so will I bring upon them all the good things which I pronounced upon them. ⁴³ And there shall yet be fields bought in the land, of which thou sayest, It shall be destitute of man and beast; and they are delivered into the hands of the Chaldeans. ⁴⁴ And they shall buy fields for money, and thou shalt write a book, and seal [it], and shalt take the testimony of witnesses in the land of Benjamin, and round about Jerusalem, and in the cities of Judah, and in the cities of the mountain, and in the cities of the plain, and in the cities of the south: for I will turn their captivity.
ὅτι οὕτως εἶπε Κύριος· καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπ' αὐτοὺς πάντα τὰ ἀγαθά, ἃ ἐλάλησα ἐπ' αὐτούς. καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις· ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων. καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σφραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμὶν καὶ κύκλῳ τῆς Ἱερουσαλὴμ καὶ ἐν πόλεσιν Ἰούδα καὶ ἐν πόλεσι τοῦ ὄρους καὶ ἐν πόλεσι τῆς Σεφηλὰ καὶ ἐν πόλεσι τῆς Ναγέβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν.
Jer 39:42-44
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.