Chapter 41
Jeremiah · Prophet Jeremiah
¹ The word that came to Jeremiah from the Lord (now Nebuchadnezzar king of Babylon, and all his army, and all the country of his dominion, were warring against Jerusalem, and against all the cities of Judah), saying,
Ο λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ Κυρίου (καὶ Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα) λέγων·
Jer 41:1
² Thus has the Lord said; Go to Zedekiah king of Judah, and thou shalt say to him, Thus has the Lord said, This city shall certainly be delivered into the hands of the king of Babylon, and he shall take it, and shall burn it with fire: ³ and thou shalt not escape out of his hand, but shalt certainly be taken, and shalt be given into his hands; and thine eyes shall see his eyes, and thou shalt enter into Babylon.
οὕτως εἶπε Κύριος· βάδισον πρὸς Σεδεκίαν βασιλέα Ἰούδα καὶ ἐρεῖς αὐτῷ· οὕτως εἶπε Κύριος· παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί· καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήψει συλληφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ, καὶ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει, καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ.
Jer 41:2-3
⁴ But hear the word of the Lord, O Zedekiah king of Judah; Thus saith the Lord, ⁵ Thou shalt die in peace: and as they wept for thy fathers that reigned before thee, they shall weep also for thee, [saying], Ah lord! and they shall lament for thee down to the grave: for I have spoken the word, said the Lord.
ἀλλὰ ἄκουσον τὸν λόγον Κυρίου, Σεδεκία βασιλεῦ Ἰούδα· οὕτως λέγει Κύριος· ἐν εἰρήνῃ ἀποθανῇ, καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σέ, οὐαὶ Κύριε, καὶ ἕως ᾅδου κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπε Κύριος.
Jer 41:4-5
⁶ And Jeremiah spoke to King Zedekiah all these words in Jerusalem. ⁷ And the host of the king of Babylon warred against Jerusalem, and against the cities of Judah, and against Lachish, and against Azekah: for these strong cities were left among the cities of Judah.
καὶ ἐλάλησεν Ἱερεμίας πρὸς τὸν βασιλέα Σεδεκίαν πάντας τοὺς λόγους τούτους ἐν Ἱερουσαλήμ. καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις Ἰούδα, ἐπὶ Λαχὶς καὶ ἐπὶ Ἀζηκά, ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ἰούδα πόλεις ὀχυραί.
Jer 41:6-7
⁸ The word that came from the Lord to Jeremiah, after King Zedekiah had concluded a covenant with the people, to proclaim a release; ⁹ that every one should set at liberty his servant, and every one his handmaid, the Hebrew man and Hebrew woman, that no man of Judah should be a bondman. ¹⁰ Then all the nobles, and all the people who had entered into the covenant, [engaging] to set free every one his manservant, and every one his maid, turned, ¹¹ and gave them over to be menservants and maidservants.
Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν, τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, τὸν Ἑβραῖον καὶ τὴν Ἑβραίαν ἐλευθέρους, πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ἰούδα· καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ καὶ ἐῶσαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας.
Jer 41:8-11
¹² And the word of the Lord came to Jeremiah, saying, ¹³ Thus saith the Lord; I made a covenant with your fathers in the day wherein I took them out of the land of Egypt, out of the house of bondage, saying, ¹⁴ When six years are accomplished, thou shalt set free thy brother the Hebrew, who shall be sold to thee: for he shall serve thee six years, and [then] thou shalt let him go free: but they hearkened not to me, and inclined not their ear. ¹⁵ And this day they turned to do that which was right in my sight, to proclaim every one the release of his neighbor; and they had concluded a covenant before me, in the house whereon my name is called. ¹⁶ But ye turned and profaned my name, to bring back every one his servant, and every one his handmaid, whom ye had sent forth free [and] at their own disposal, to be to you menservants and maidservants.
καὶ ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν λέγων· οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· ἐγὼ διεθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας, λέγων· ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Ἑβραῖον, ὃς παραθήσεταί σοι· καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν. καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτῷ. καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, τοῦ εἶναι ὑμῖν εἰς παῖδας καὶ παιδίσκας.
Jer 41:12-16
¹⁷ Therefore thus said the Lord; Ye have not hearkened to me, to proclaim a release every one to his neighbor: behold, I proclaim a release to you, to the sword, and to the pestilence, and to the famine; and I will give you up to dispersion [among] all the kingdoms of the earth. ¹⁸ And I will give the men that have transgressed my covenant, who have not kept my covenant, which they made before me, the calf which they prepared to sacrifice with it, ¹⁹ the princes of Judah, and the men in power, and the priests, and the people; ²⁰ I will even give them to their enemies, and their carcasses shall be food for the birds of the sky and for the wild beasts of the earth. ²¹ And I will give Zedekiah king of Judea, and their princes, into the hands of their enemies, and the host of the king of Babylon [shall come upon] them that run away from them. ²² Behold, I [will] give command, saith the Lord, and will bring them back to this land; and they shall fight against it, and take it, and burn it with fire, and the cities of Judah; and I will make them desolate without inhabitants.
διὰ τοῦτο οὕτως εἶπε Κύριος· ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς. καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τὴν διαθήκην μου, ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον, ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ, τοὺς ἄρχοντας Ἰούδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν, καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. καὶ τὸν Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ' αὐτῶν. ἰδοὺ ἐγὼ συντάσσω, φησὶ Κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπ' αὐτὴν καὶ λήψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ἰούδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ τῶν κατοικούντων.
Jer 41:17-22
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.