Chapter 46
Jeremiah · Prophet Jeremiah
¹ And it came to pass in the ninth month of Zedekiah king of Judah, [that] Nebuchadnezzar king of Babylon came, and all his host, against Jerusalem, and they besieged it. ² And in the eleventh year of Zedekiah, in the fourth month, on the ninth day of the month, the city was broken [up]. ³ And all the leaders of the king of Babylon went in, and sat in the middle gate, Nergal-sar-ezer, and Samgar, and Nebu-sar-sekim, and Rab-saris, Nergal-sar-ezer, Naser-rab-mag, and the rest of the leaders of the king of Babylon, ¹⁴ and they sent, and took Jeremiah out of the court of the prison, and gave him [in charge] to Gedaliah the son of Ahikam, the son of Shaphan: and they brought him out, and he sat in the midst of the people.
ΚΑΙ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ Σεδεκία βασιλέως Ἰούδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπολιόρκουν αὐτήν. καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία, ἐν τῷ μηνὶ τῷ τετάρτῳ, ἐνάτῃ τοῦ μηνός, ἐρράγη ἡ πόλις. καὶ εἰσῆλθον πάντες οἱ ἡγούμενοι βασιλέως Βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ Ναργαλασὰρ καὶ Σαμαγὼθ καὶ Ναβουσαχὰρ καὶ Ναβουσαρεῖς καὶ Ναγαργασνασὲρ Ραβαμὰγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος· καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν Ἱερεμίαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ υἱοῦ Σαφάν· καὶ ἐξήγαγον αὐτόν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ.
Jer 46:1-14
¹⁵ And the word of the Lord came to Jeremiah in the court of the prison, saying, ¹⁶ Go and say to Ebed-melech the Ethiopian, Thus said the Lord God of Israel; Behold, I [will] bring my words upon this city for evil, and not for good. ¹⁷ But I will save thee in that day, and I will by no means deliver thee into the hands of the men before whom thou art afraid. ¹⁸ For I will surely save thee, and thou shalt by no means fall by the sword; and thou shalt find thy life, because thou didst trust in me, saith the Lord.
Καὶ πρὸς Ἱερεμίαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων· πορεύου καὶ εἰπὲ πρὸς Ἀβδεμέλεχ τὸν Αἰθίοπα· οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά, καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων, ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν, ὅτι σώζων σώσω σε, καὶ ἐν ρομφαίᾳ οὐ μὴ πέσῃς. καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρημα, ὅτι ἐπεποίθεις ἐπ' ἐμοί, φησὶ Κύριος.
Jer 46:15-18
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.