Chapter 1
¹ In the twelfth year of the reign of Nebuchadnezzar, who reigned in Nineveh, the great city; in the days of Arphaxad, which reigned over the Medes in Ecbatana, ² and built in Ecbatana walls round about of stones hewn three cubits broad and six cubits long, and made the height of the wall seventy cubits, and the breadth thereof fifty cubits: ³ and set the towers thereof upon the gates of it, a hundred cubits [high], and the breadth thereof in the foundation threescore cubits: ⁴ and he made the gates thereof, even gates that were raised to the height of seventy cubits, and the breadth of them was forty cubits, for the going forth of his mighty armies, and for the setting in array of his footmen:
ΕΤΟΥΣ δωδεκάτου τῆς βασιλείας Ναβουχοδονόσορ, ὃς ἐβασίλευσεν Ἀσσυρίων ἐν Νινευῆ τῇ πόλει τῇ μεγάλῃ, ἐν ταῖς ἡμέραις Ἀρφαξάδ, ὃς ἐβασίλευσεν Μήδων ἐν Ἐκβατάνοις, καὶ ᾠκοδόμησεν ἐπ᾿ Ἐκβατάνων κύκλῳ τείχη ἐκ λίθων λελαξευμένων εἰς πλάτος πηχῶν τριῶν καὶ εἰς μῆκος πηχῶν ἓξ καὶ ἐποίησε τὸ ὕψος τοῦ τείχους πηχῶν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτοῦ πηχῶν πεντήκοντα καὶ τοὺς πύργους αὐτοῦ ἔστησεν ἐπὶ ταῖς πύλαις αὐτῆς πηχῶν ἑκατὸν καὶ τὸ πλάτος αὐτῆς ἐθεμελίωσεν εἰς πήχεις ἑξήκοντα καὶ ἐποίησε τὰς πύλας αὐτῆς πύλας διεγειρομένας εἰς ὕψος πηχῶν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτῶν πήχεις τεσσαράκοντα εἰς ἐξόδους δυνάμεων δυνατῶν αὐτοῦ καὶ διατάξεις τῶν πεζῶν αὐτοῦ.
Jdt 1:1-4
⁵ Even in those days King Nebuchadnezzar made war with King Arphaxad in the great plain, which is the plain in the borders of Ragau. ⁶ And there came unto him all they that dwelt in the hill country, and all that dwelt by Euphrates, and Tigris, and Hydaspes, and the plain of Arioch the king of the Elymeans, and very many nations of the sons of Cheleul, assembled themselves to the battle.
καὶ ἐποίησε πόλεμον ἐν ταῖς ἡμέραις ἐκείναις ὁ βασιλεὺς Ναβουχοδονόσορ πρὸς βασιλέα Ἀρφαξὰδ ἐν τῷ πεδίῳ τῷ μεγάλῳ, τοῦτό ἐστιν ἐν τοῖς ὁρίοις Ραγαῦ. καὶ συνήντησαν πρὸς αὐτὸν πάντες οἱ κατοικοῦντες τὴν ὀρεινὴν καὶ πάντες οἱ κατοικοῦντες τὸν Εὐφράτην καὶ τὸν Τίγριν καὶ τὸν Ὑδάσπην καὶ πεδία Ἀριὼχ βασιλέως Ἐλυμαίων· καὶ συνῆλθον ἔθνη πολλὰ σφόδρα εἰς παράταξιν υἱῶν Χελεούδ.
Jdt 1:5-6
⁷ Then Nebuchadnezzar king of the Assyrians sent unto all that dwelt in Persia, and to all that dwelt westward, and to those that dwelt in Cilicia, and Damascus, and Lebanon, and Antilebanon, and to all that dwelt upon the sea coast, ⁸ and to those among the nations that were of Carmel, and Gilead, and the higher Galilee, and the great plain of Esdraelon, ⁹ and to all that were in Samaria and the cities thereof, and beyond Jordan unto Jerusalem, and Bethany, and Chelous, and Kadesh, and the river of Egypt, and Tahpanhes, and Raamses, and all the land of Goshen, ¹⁰ until ye come beyond Tanis and Memphis, and to all the inhabitants of Egypt, until ye come to the borders of Ethiopia.
καὶ ἀπέστειλε Ναβουχοδονόσορ ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν Περσίδα καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας πρὸς δυσμαῖς, τοὺς κατοικοῦντας Κιλικίαν καὶ Δαμασκόν, τὸν Λίβανον καὶ Ἀντιλίβανον, καὶ πάντας τοὺς κατοικοῦντας κατὰ πρόσωπον παραλίας καὶ τοὺς ἐν τοῖς ἔθνεσι τοῦ Καρμήλου καὶ Γαλαὰδ καὶ τὴν ἄνω Γαλιλαίαν καὶ τὸ μέγα πεδίον Ἐσδρηλὼν καὶ πάντας τοὺς ἐν Σαμαρείᾳ καὶ ταῖς πόλεσιν αὐτῆς καὶ πέραν τοῦ Ἰορδάνου ἕως Ἱερουσαλὴμ καὶ Βετάνη καὶ Χελλοὺς καὶ Κάδης καὶ τοῦ ποταμοῦ Αἰγύπτου καὶ Ταφνὰς καὶ Ραμεσσὴ καὶ πᾶσαν γῆν Γεσὲμ ἕως τοῦ ἐλθεῖν ἐπάνω Τάνεως καὶ Μέμφεως καὶ πάντας τοὺς κατοικοῦντας τὴν Αἴγυπτον ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας.
Jdt 1:7-10
¹¹ But all the inhabitants of the land made light of the commandment of Nebuchadnezzar king of the Assyrians, neither went they with him to the battle; for they were not afraid of him: yea, he was before them as one man, and they sent away his ambassadors from them without effect, and with disgrace. ¹² Therefore Nebuchadnezzar was very angry with all this country, and swore by his throne and kingdom, that he would surely be avenged upon all those coasts of Cilicia, and Damascus, and Syria, and that he would slay with the sword all the inhabitants of the land of Moab, and the children of Ammon, and all Judea, and all that were in Egypt, till ye come to the borders of the two seas.
καὶ ἐφαύλισαν πάντες οἱ κατοικοῦντες πᾶσαν τὴν γῆν τὸ ρῆμα Ναβουχοδονόσορ τοῦ βασιλέως Ἀσσυρίων καὶ οὐ συνῆλθον αὐτῷ εἰς τὸν πόλεμον, ὅτι οὐκ ἐφοβήθησαν αὐτόν, ἀλλ᾿ ἦν ἐναντίον αὐτῶν ὡς ἀνὴρ εἷς, καὶ ἀνέστρεψαν τοὺς ἀγγέλους αὐτοῦ κενοὺς ἐν ἀτιμίᾳ προσώπου αὐτῶν. καὶ ἐθυμώθη Ναβουχοδονόσορ ἐπὶ πᾶσαν τὴν γῆν ταύτην σφόδρα καὶ ὤμοσε κατὰ τοῦ θρόνου καὶ τῆς βασιλείας αὐτοῦ, εἰ μὴν ἐκδικήσειν πάντα τὰ ὅρια τῆς Κιλικίας καὶ Δαμασκηνῆς καὶ Συρίας, ἀνελεῖν τῇ ρομφαίᾳ αὐτοῦ καὶ πάντας τοὺς κατοικοῦντας ἐν γῇ Μωὰβ καὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ πᾶσαν τὴν Ἰουδαίαν καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῶν δύο θαλασσῶν.
Jdt 1:11-12
¹³ Then he marched in battle array with his power against King Arphaxad in the seventeenth year, and he prevailed in his battle: for he overthrew all the power of Arphaxad, and all his horsemen, and all his chariots, ¹⁴ and became lord of his cities, and came unto Ecbatana, and took the towers, and spoiled the streets thereof, and turned the beauty thereof into shame. ¹⁵ He took also Arphaxad in the mountains of Ragau, and smote him through with his darts, and destroyed him utterly that day.
καὶ παρετάξατο ἐν τῇ δυνάμει αὐτοῦ πρὸς Ἀρφαξὰδ βασιλέα ἐν τῷ ἔτει τῷ ἑπτακαιδεκάτῳ καὶ ἐκραταιώθη ἐν τῷ πολέμῳ αὐτοῦ καὶ ἀνέστρεψε πᾶσαν τὴν δύναμιν Ἀρφαξὰδ καὶ πᾶσαν τὴν ἵππον αὐτοῦ καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ ἐκυρίευσε τῶν πόλεων αὐτοῦ καὶ ἀφίκετο ἕως Ἐκβατάνων καὶ ἐκράτησε τῶν πύργων καὶ ἐπρονόμευσε τὰς πλατείας αὐτῆς καὶ τὸν κόσμον αὐτῆς ἔθηκεν εἰς ὄνειδος αὐτῆς. καὶ ἔλαβε τὸν Ἀρφαξὰδ ἐν τοῖς ὄρεσι Ραγαῦ καὶ κατηκόντισεν αὐτὸν ἐν ταῖς ζιβύναις αὐτοῦ καὶ ἐξωλόθρευσεν αὐτὸν ἕως τῆς ἡμέρας ἐκείνης.
Jdt 1:13-15
¹⁶ So he returned afterward [to Nineveh], both he and all his company of sundry nations, being a very great multitude of men of war, and there he took his ease, and banqueted, both he and his army, a hundred and twenty days.
καὶ ἀνέστρεψε μετ᾿ αὐτῶν αὐτὸς καὶ πᾶς ὁ σύμμικτος αὐτοῦ, πλῆθος ἀνδρῶν πολεμιστῶν πολὺ σφόδρα· καὶ ἦν ἐκεῖ ραθυμῶν καὶ εὐωχούμενος αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ ἐφ᾿ ἡμέρας ἑκατὸν εἴκοσι.
Jdt 1:16
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.