Chapter 15
Wisdom of Solomon · King Solomon
¹ But thou, our God, art gracious and true,
ΣΥ δὲ ὁ Θεὸς ἡμῶν χρηστὸς καὶ ἀληθής, μακρόθυμος καὶ ἐν ἐλέει διοικῶν τὰ πάντα.
Wis 15:1
² For if we sin, we are thine, knowing thy power:
καὶ γὰρ ἐὰν ἁμάρτωμεν, σοί ἐσμεν, εἰδότες σου τὸ κράτος· οὐχ ἁμαρτησόμεθα δέ, εἰδότες ὅτι σοὶ λελογίσμεθα.
Wis 15:2
³ For to know thee is perfect righteousness:
τὸ γὰρ ἐπίστασθαί σε ὁλόκληρος δικαιοσύνη, καὶ εἰδέναι τὸ κράτος σου ρίζα ἀθανασίας.
Wis 15:3
⁴ For neither did the mischievous invention of men deceive us,
οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνθρώπων κακότεχνος ἐπίνοια, οὐδὲ σκιαγράφων πόνος ἄκαρπος, εἶδος σπιλωθὲν χρώμασι διηλλαγμένοις,
Wis 15:4
⁵ The sight whereof enticeth fools to lust after it,
ὧν ὄψις ἄφροσιν εἰς ὄνειδος ἔρχεται, ποθεῖ τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν.
Wis 15:5
⁶ Both they that make them, they that desire them, and they that worship them,
κακῶν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων, καὶ οἱ δρῶντες καὶ οἱ ποθοῦντες καὶ οἱ σεβόμενοι.
Wis 15:6
⁷ For the potter, tempering soft earth,
Καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν θλίβων ἐπίμοχθον πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἓν ἕκαστον· ἀλλ᾿ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο τά τε τῶν καθαρῶν ἔργων δοῦλα σκεύη τά τε ἐναντία, πάνθ᾿ ὁμοίως· τούτων δὲ ἑκατέρου τίς ἑκάστῳ ἐστὶν ἡ χρῆσις, κριτὴς ὁ πηλουργός·
Wis 15:7
⁸ And employing his labors lewdly, he maketh a vain god of the same clay,
καὶ κακόμοχθος θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ, ὃς πρὸ μικροῦ γῆς γεννηθεὶς μετ᾿ ὀλίγον πορεύεται ἐξ ἧς ἐλήφθη, τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος.
Wis 15:8
⁹ Notwithstanding his care is, not that he shall have much labor,
ἀλλ᾿ ἔστιν αὐτῷ φροντὶς οὐχ ὅτι μέλλει κάμνειν, ἀλλ᾿ ὅτι βραχυτελῆ βίον ἔχει, ἀλλ᾿ ἀντερείδεται μέν χρυσουργοῖς καὶ ἀργυροχόοις, χαλκοπλάστας τε μιμεῖται καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει.
Wis 15:9
¹⁰ His heart is ashes, his hope is more vile than earth,
σποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ, πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτοῦ,
Wis 15:10
¹¹ Forasmuch as he knew not his Maker,
ὅτι ἠγνόησε τὸν πλάσαντα αὐτὸν καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν καὶ ἐμφυσήσαντα πνεῦμα ζωτικόν·
Wis 15:11
¹² But they counted our life a pastime,
ἀλλ᾿ ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν καὶ τὸν βίον πανηγυρισμὸν ἐπικερδῆ· δεῖν γάρ φησιν ὅθεν δή, κἂν ἐκ κακοῦ, πορίζειν.
Wis 15:12
¹³ For this man, that of earthly matter maketh brittle vessels and graven images,
οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει, ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν.
Wis 15:13
¹⁴ And all the enemies of thy people, that hold them in subjection,
πάντες δ᾿ ἀφρονέστατοι καὶ τάλαντες ὑπὲρ ψυχὴν νηπίου οἱ ἐχθροὶ τοῦ λαοῦ σου καταδυναστεύσαντες αὐτόν,
Wis 15:14
¹⁵ For they counted all the idols of the heathen to be gods:
ὅτι καὶ πάντα εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεούς, οἷς οὔτε ὀμμάτων χρῆσις εἰς ὅρασιν οὔτε ρῖνες εἰς συνολκὴν ἀέρος οὔτε ὦτα ἀκούειν οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν, καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν.
Wis 15:15
¹⁶ For man made them,
ἄθρωπος γὰρ ἐποίησεν αὐτούς, καὶ τὸ πνεῦμα δεδανεισμένος ἔπλασεν αὐτούς· οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι Θεόν.
Wis 15:16
¹⁷ For being mortal, he worketh a dead thing with wicked hands:
θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις· κρείττων γάρ ἐστι τῶν σεβασμάτων αὐτοῦ, ὧν αὐτὸς μὲν ἔζησεν, ἐκεῖνα δὲ οὐδέποτε.
Wis 15:17
¹⁸ Yea, they worshiped those beasts also that are most hateful:
καὶ τὰ ζῷα δὲ τὰ ἔχθιστα σέβονται· ἀνοίᾳ γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα·
Wis 15:18
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.