Skip to main content
Orthodox Knowledge
A
Wisdom of Solomon

Chapter 17

Wisdom of Solomon · King Solomon

¹ For great are thy judgments, and cannot be expressed:

ΜΕΓΑΛΑΙ γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι· διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν.

Wis 17:1

² For when unrighteous men thought to oppress the holy nation;

ὑπειληφότες γὰρ καταδυναστεύειν ἔθνος ἅγιον ἄνομοι, δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς κατακλεισθέντες ὀρόφοις, φυγάδες τῆς αἰωνίου προνοίας ἔκειντο.

Wis 17:2

³ For while they supposed to lie hidden in their secret sins,

λανθάνειν γὰρ νομίζοντες ἐπὶ κρυφαίοις ἁμαρτήμασιν, ἀφεγγεῖ λήθης παρακαλύμματι ἐσκορπίσθησαν, θαμβούμενοι δεινῶς καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι·

Wis 17:3

⁴ For neither might the corner that held them keep them from fear:

οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀφόβως διεφύλασσεν, ἦχοι δὲ καταράσσοντες αὐτοὺς περιεκόμπουν, καὶ φάσματα ἀμειδήτοις κατηφῆ προσώποις ἐνεφανίζετο.

Wis 17:4

⁵ No power of the fire might give them light:

καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυε φωτίζειν, οὔτε ἄστρων ἔκλαμπροι φλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα.

Wis 17:5

⁶ Only there appeared unto them

διεφαίνετο δ᾿ αὐτοῖς μόνον αὐτομάτη πυρὰ φόβου πλήρης, ἐκδειματούμενοι δὲ τῆς μὴ θεωρουμένης ἐκείνης ὄψεως ἡγοῦντο χείρω τὰ βλεπόμενα.

Wis 17:6

⁷ As for the illusions of art magic, they were put down,

μαγικῆς δὲ ἐμπαίγματα κατέκειτο τέχνης, καὶ τῆς ἐπί φρονήσει ἀλαζονείας ἔλεγχος ἐφύβριστος·

Wis 17:7

⁸ For they, that promised to drive away terrors and troubles from a sick soul,

οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς νοσούσης, οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν.

Wis 17:8

⁹ For though no terrible thing did fear them;

καὶ γὰρ εἰ μηδὲν αὐτοὺς ταραχῶδες ἐφόβει, κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι, διώλλυντο ἔντρομοι καὶ τὸν μηθαμόθεν φευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι.

Wis 17:9

¹⁰ They died for fear,

δειλὸν γὰρ ἰδίως πονηρία μαρτυρεῖ καταδικαζομένη, ἀεὶ δὲ προσείληφε τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει·

Wis 17:10

¹¹ For wickedness, condemned by her own witness, is very timorous,

οὐθὲν γάρ ἐστι φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων.

Wis 17:11

¹² For fear is nothing else but a betraying of the succors which reason offereth.

ἔνδοθεν δὲ οὖσα ἥττων ἡ προσδοκία, πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βάσανον αἰτίας.

Wis 17:12

¹³ And the expectation from within, being less,

οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα καὶ ἐξ ἀδυνάτου ᾅδου μυχῶν ἐπελθοῦσαν, τὸν αὐτὸν ὕπνον κοιμώμενοι,

Wis 17:13

¹⁴ But they sleeping the same sleep that night,

τὰ μὲν τέρασιν ἠλαύνοντο φαντασμάτων, τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ· αἰφνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος φόβος ἐπῆλθεν.

Wis 17:14

¹⁵ Were partly vexed with monstrous apparitions,

εἶθ᾿ οὕτως, ὃς δήποτ᾿ οὖν ἦν ἐκεῖ καταπίπτων, ἐφρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισθείς·

Wis 17:15

¹⁶ So then whosoever there fell down was straitly kept,

εἴ τε γὰρ γεωργὸς ἦν τις ἢ ποιμὴν ἢ τῶν κατ᾿ ἐρη μίαν ἐργάτης μόχθων, προληφθεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην,

Wis 17:16

¹⁷ For whether he were husbandman, or shepherd,

μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέθησαν· εἴτε πνεῦμα συρίζον ἢ περὶ ἀμφιλαφεῖς κλάδους ὀρνέων ἦχος εὐμελὴς ἢ ρυθμὸς ὕδατος πορευομένου βίᾳ ἢ κτύπος ἀπηνὴς καταρριπτομένων πετρῶν,

Wis 17:17

¹⁸ Whether it were a whistling wind,

ἢ σκιρτώντων ζώων δρόμος ἀθεώρητος ἢ ὠρυομένων ἀπηνεστάτων θηρίων φωνὴ ἢ ἀντανακλωμένη ἐκ κοιλοτάτων ὀρέων ἠχώ, παρέλυεν αὐτοὺς ἐκφοβοῦντα.

Wis 17:18

¹⁹ Or a terrible sound of stones cast down,

ὅλος γὰρ ὁ κόσμος λαμπρῷ καταλάμπετο φωτὶ καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις·

Wis 17:19

²⁰ For the whole world shined with clear light,

μόνοις δὲ ἐκείνοις ἐπετέτατο βαρεῖα νύξ, εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσθαι σκότους, ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους.

Wis 17:20

²¹ Over them only was spread a heavy night,

Wis 17:21

Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.

The Fathers on this passage

How the fathers, councils, and saints of the corpus read Wisdom of Solomon: Chapter 17. Drawn by meaning from across the tradition; follow any link to read it in full context.