Chapter 8
¹ And it came to pass after this, that David smote the Philistines, and put them to flight, and David took the tribute from out of the hand of the Philistines.
ΚΑΙ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξε Δαυὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβε Δαυὶδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων.
2Kgdms 8:1
² And David smote Moab, and measured them out with lines, having laid them down on the ground: and there were two lines for slaying, and two lines he kept alive: and Moab became servants to David, yielding tribute.
καὶ ἐπάταξε Δαυὶδ τὴν Μωὰβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησε, καὶ ἐγένετο Μωὰβ τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια.
2Kgdms 8:2
³ And David smote Hadadezer the son of Rehob king of Zobah, as he went to extend his power to the river Euphrates. ⁴ And David took a thousand of his chariots, and seven thousand horsemen, and twenty thousand footmen: and David houghed all his chariot [horses], and he reserved to himself a hundred chariots. ⁵ And Syria of Damascus comes to help Hadadezer king of Zobah, and David smote twenty-two thousand men belonging to the Syrian. ⁶ And David placed a garrison in Syria near Damascus, and the Syrians became servants and tributaries to David: and the Lord preserved David whithersoever he went. ⁷ And David took the golden bracelets which were on the servants of Hadadezer king of Zobah, and brought them to Jerusalem. And Shishak king of Egypt took them, when he went up to Jerusalem in the days of Rehoboam son of Solomon. ⁸ And King David took from Betah, and from the choice cities of Hadadezer, very much brass: with that Solomon made the brazen sea, and the pillars, and the lavers, and all the furniture.
καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ υἱὸν Ραάβ, βασιλέα Σουβά, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπί τὸν ποταμὸν Εὐφράτην. καὶ προκατελάβετο Δαυὶδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτά χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν, καὶ παρέλυσε Δαυὶδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἑαυτῷ ἑκατὸν ἅρματα. καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἀδρααζὰρ βασιλεῖ Σουβά, καὶ ἐπάταξε Δαυὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. καὶ ἔθετο Δαυὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια. καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. καὶ ἔλαβε Δαυὶδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Ἀδρααζὰρ βασιλέως Σουβά, καὶ ἤνεγκεν αὐτὰ εἰς Ἱερουσαλήμ· καὶ ἔλαβεν αὐτὰ Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ἱερουσαλὴμ ἐν ἡμέραις Ροβοὰμ υἱοῦ Σολομῶντος. καὶ ἐκ τῆς Μασβὰκ καὶ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἀδρααζὰρ ἔλαβεν ὁ βασιλεὺς Δαυὶδ χαλκὸν πολὺν σφόδρα· ἐν αὐτῷ ἐποίησε Σολομῶν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη.
2Kgdms 8:3-8
⁹ And Toi the king of Hamath heard that David had smitten all the host of Hadadezer. ¹⁰ And Toi sent Joram his son to King David, to ask him of his welfare, and to congratulate him on his fighting against Hadadezer and smiting him, for he was an enemy to Hadadezer: and in his hands were vessels of silver, and vessels of gold, and vessels of brass. ¹¹ And these King David consecrated to the Lord, with the silver and with the gold which he consecrated out of all the cities which he conquered, ¹² out of Edom, and out of Moab, and from the children of Ammon, and from the Philistines, and from Amalek, and from the spoils of Hadadezer son of Rehob king of Zobah.
καὶ ἤκουσε Θοοὺ ὁ βασιλεὺς Ἡμὰθ ὅτι ἐπάταξε Δαυὶδ πᾶσαν τὴν δύναμιν Ἀδρααζάρ, καὶ ἀπέστειλε Θοοὺ Ἰεδδουρὰν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησε τὸν Ἀδρααζὰρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀντικείμενος ἦν τῷ Ἀδρααζάρ, καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ. καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυὶδ τῷ Κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου, οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων, ὧν κατεδυνάστευσεν, ἐκ τῆς Ἰδουμαίας καὶ ἐκ τῆς Μωὰβ καὶ ἐκ τῶν υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλὴκ καὶ ἐκ τῶν σκύλων Ἀδρααζὰρ υἱοῦ Ραὰβ βασιλέως Σουβά.
2Kgdms 8:9-12
¹³ And David made [himself] a name: and when he returned he smote Edom in Gebelem to [the number of] eighteen thousand. ¹⁴ And he set garrisons in Edom, even in all Edom: and all the Edomites were servants to the king. And the Lord preserved David wherever he went.
καὶ ἐποίησε Δαυὶδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξε τὴν Ἰδουμαίαν ἐν Γεβελὲμ εἰς ὀκτωκαίδεκα χιλιάδας. καὶ ἔθετο ἐν τῇ Ἰδουμαίᾳ φρουράν, ἐν πάσῃ τῇ Ἰδουμαίᾳ, καὶ ἐγένοντο πάντες οἱ Ἰδουμαῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσε Κύριος τὸν Δαυὶδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.
2Kgdms 8:13-14
¹⁵ And David reigned over all Israel: and David wrought judgment and justice over all his people. ¹⁶ And Joab the son of Zeruiah [was] over the host; and Jehoshaphat the son of Ahilud [was keeper] of the records. ¹⁷ And Zadok the son of Ahitub, and Ahimelech son of Abiathar, [were] priests; and Seraiah [was] the scribe, ¹⁸ and Benaiah son of Jehoiada [was] counselor, and the Cherethite and the Pelethite, and the sons of David, were princes of the court.
καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ πάντα Ἰσραήλ. καὶ ἦν Δαυὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ. καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιὰδ ἐπὶ τῶν ὑπομνημάτων, καὶ Σαδοὺκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς, καὶ Ἀσὰ ὁ γραμματεύς, καὶ Βαναίας υἱὸς Ἰωδαὲ σύμβουλος, καὶ ὁ Χελεθθὶ καὶ ὁ Φελεττί· καὶ οἱ υἱοὶ Δαυὶδ αὐλάρχαι ἦσαν.
2Kgdms 8:15-18
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.