Skip to main content
Orthodox Knowledge
A
2 Kingdoms (2 Samuel)

Chapter 9

¹ And David said, Is there yet anyone left in the house of Saul, that I may deal kindly with him for Jonathan’s sake? ² And there was a servant of the house of Saul, and his name was Ziba: and they call him to David; and the king said to him, Art thou Ziba? and he said, I [am] thy servant. ³ And the king said, Is there yet a man left of the house of Saul, that I may act toward him with the mercy of God? and Ziba said to the king, There is yet a son of Jonathan, lame [of] his feet. ⁴ And the king said, Where [is] he? and Ziba said to the king, Behold, [he is] in the house of Machir the son of Ammiel of Lo-debar. ⁵ And King David sent, and took him out of the house of Machir the son of Ammiel of Lo-debar.

ΚΑΙ εἶπε Δαυίδ· εἰ ἔστιν ἔτι ὑπολελειμμένος ἐν τῷ οἴκῳ Σαοὺλ καὶ ποιήσω μετ᾿ αὐτοῦ ἔλεος ἕνεκεν Ἰωνάθαν; καὶ ἐκ τοῦ οἴκου Σαοὺλ ἦν παῖς, καὶ ὄνομα αὐτῷ Σιβά, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυίδ· καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς· σὺ εἶ Σιβά; καὶ εἶπεν· ἐγὼ δοῦλος σός. καὶ εἶπεν ὁ βασιλεύς· εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαοὺλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ᾿ αὐτοῦ ἔλεος Θεοῦ; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἔτι ἐστίν υἱὸς τῷ Ἰωνάθαν πεπληγὼς τοὺς πόδας. καὶ εἶπεν ὁ βασιλεύς· ποῦ οὗτος; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἰδοὺ ἐν οἴκῳ Μαχὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λαδάβαρ. καὶ ἀπέστειλεν ὁ βασιλεύς Δαυὶδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λαδάβαρ.

2Kgdms 9:1-5

⁶ And Mephibosheth the son of Jonathan the son of Saul comes to King David, and he fell upon his face and did obeisance to him: and David said to him, Mephibosheth: and he said, Behold thy servant. ⁷ And David said to him, Fear not, for I will surely deal mercifully with thee for the sake of Jonathan thy father, and I will restore to thee all the land of Saul the father of thy father; and thou shalt eat bread at my table continually. ⁸ And Mephibosheth did obeisance, and said, Who am I thy servant, that thou hast looked upon a dead dog like me?

καὶ παραγίνεται Μεμφιβοσθὲ υἱὸς Ἰωνάθαν υἱοῦ Σαοὺλ πρὸς τὸν βασιλέα Δαυὶδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυίδ· Μεμφιβοσθέ· καὶ εἶπεν· ἰδοὺ ὁ δοῦλός σου. καὶ εἶπεν αὐτῷ Δαυίδ· μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ἰωνάθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φαγῇ ἄρτον ἐπὶ τῆς τραπέζης μου διαπαντός. καὶ προσεκύνησε Μεμφιβοσθέ καὶ εἶπε· τίς εἰμι ὁ δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί;

2Kgdms 9:6-8

⁹ And the king called Ziba the servant of Saul, and said to him, All that belonged to Saul and to all his house have I given to the son of thy lord. ¹⁰ And thou, and thy sons, and thy servants, shall till the land for him; and thou shalt bring in bread to the son of thy lord, and he shall eat bread: and Mephibosheth the son of thy lord shall eat bread continually at my table. Now Ziba had fifteen sons and twenty servants. ¹¹ And Ziba said to the king, According to all that my lord the king has commanded his servant, so will thy servant do. And Mephibosheth did eat at the table of David, as one of the sons of the king. ¹² And Mephibosheth had a little son, and his name [was] Mica: and all the household of Ziba [were] servants to Mephibosheth. ¹³ And Mephibosheth dwelt in Jerusalem, for he continually ate at the table of the king; and he was lame in both his feet.

καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβὰ τὸ παιδάριον Σαοὺλ καὶ εἶπε πρὸς αὐτόν· πάντα ὅσα ἐστὶ τῷ Σαοὺλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου· καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους, καὶ ἔδεται αὐτούς· καὶ Μεμφιβοσθὲ υἱὸς τοῦ κυρίου σου φάγεται διαπαντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. (καὶ τῷ Σιβὰ ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι). καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· κατὰ πάντα, ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτω ποιήσει ὁ δοῦλός σου· καὶ Μεμφιβοσθὲ ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυὶδ καθὼς εἷς τῶν υἱῶν αὐτοῦ τοῦ βασιλέως. καὶ τῷ Μεμφιβοσθὲ υἱὸς μικρὸς ἦν, καὶ ὄνομα αὐτῷ Μιχά. καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβὰ δοῦλοι τοῦ Μεμφιβοσθέ. καὶ Μεμφιβοσθὲ κατῴκει ἐν Ἱερουσαλήμ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως αὐτὸς διαπαντὸς ἤσθιε· καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ.

2Kgdms 9:9-13

Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.

The Fathers on this passage

How the fathers, councils, and saints of the corpus read 2 Kingdoms (2 Samuel): Chapter 9. Drawn by meaning from across the tradition; follow any link to read it in full context.