Skip to main content
Orthodox Knowledge
A
Sirach (Wisdom of Ben Sira)

Chapter 47

¹ And after him rose up Nathan to prophesy in the time of David.

ΚΑΙ μετὰ τοῦτο ἀνέστη Νάθαν προφητεύειν ἐν ἡμέραις Δαυίδ.

Sir 47:1

² As is the fat taken away from the peace offering,

ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου, οὕτως Δαυὶδ ἀπὸ τῶν υἱῶν Ἰσραήλ.

Sir 47:2

³ He played with lions as with kids,

ἐν λέουσιν ἔπαιξεν ὡς ἐν ἐρίφοις καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων.

Sir 47:3

⁴ Slew he not a giant, when he was yet but young?

ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινε γίγαντα καὶ ἐξῇρεν ὀνειδισμὸν ἐκ λαοῦ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιάθ;

Sir 47:4

⁵ For he called upon the most high Lord;

ἐπεκαλέσατο γὰρ Κύριον τὸν Ὓψιστον καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ, ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ.

Sir 47:5

⁶ So the people honored him with ten thousands,

οὕτως ἐν μυριάσιν ἐδόξασαν αὐτὸν καὶ ᾔνεσαν αὐτὸν ἐν εὐλογίαις Κυρίου ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης·

Sir 47:6

⁷ For he destroyed the enemies on every side,

ἐξέτριψε γὰρ ἐχθροὺς κυκλόθεν καὶ ἐξουδένωσε Φυλιστιεὶμ τοὺς ὑπεναντίους· ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας.

Sir 47:7

⁸ In all his works he praised the Holy One most high with words of glory;

ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ Ὑψίστῳ ρήματι δόξης· ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησε καὶ ἠγάπησε τὸν ποιήσαντα αὐτόν.

Sir 47:8

⁹ He set singers also before the altar,

καὶ ἔστησε ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη·

Sir 47:9

¹⁰ He beautified their feasts,

ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν καὶ ἐκόσμησε καιροὺς μέχρι συντελείας ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ καὶ ἀπὸ πρωΐ ἠχεῖν τὸ ἁγίασμα.

Sir 47:10

¹¹ The Lord took away his sins,

Κύριος ἀφεῖλε τὰς ἁμαρτίας αὐτοῦ καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ Ἰσραήλ.

Sir 47:11

¹² After him rose up a wise son,

Μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων καὶ δι᾿ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ·

Sir 47:12

¹³ Solomon reigned in a peaceable time, and was honored;

Σαλωμὼν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης, ᾧ ὁ Θεὸς κατέπαυσε κυκλόθεν, ἵνα στήσῃ οἶκον ἐπ᾿ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα.

Sir 47:13

¹⁴ How wise wast thou in thy youth,

ὡς ἐσοφίσθης ἐν νεότητί σου καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως.

Sir 47:14

¹⁵ Thy soul covered the whole earth,

γῆν ἐπεκάλυψεν ἡ ψυχή σου, καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων·

Sir 47:15

¹⁶ Thy name went far unto the islands;

εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου, καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου·

Sir 47:16

¹⁷ The countries marveled at thee for thy songs,

ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἐν ἑρμηνείαις ἀπεθαύμασάν σε χῶραι.

Sir 47:17

¹⁸ By the name of the Lord God,

ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ τοῦ ἐπικεκλημένου Θεοῦ Ἰσραήλ, συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον καὶ ὡς μόλυβδον ἐπλήθυνας ἀργύριον.

Sir 47:18

¹⁹ Thou didst bow thy loins unto women,

παρανέκλινας τὰς λαγόνας σου γυναιξὶ καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου·

Sir 47:19

²⁰ Thou didst stain thy honor,

ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου καὶ ἐβεβήλωσας τὸ σπέρμα σου ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου καὶ κατενύγην ἐπὶ τῇ ἀφροσύνῃ σου,

Sir 47:20

²¹ So the kingdom was divided,

γενέσθαι δίχα τυραννίδα καὶ ἐξ Ἐφραὶμ ἄρξαι βασιλείαν ἀπειθῆ.

Sir 47:21

²² But the Lord will never leave off his mercy,

ὁ δὲ Κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ καὶ οὐ μὴ διαφθείρῃ ἀπὸ τῶν ἔργων αὐτοῦ, οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ· καὶ τῷ Ἰακὼβ ἔδωκε κατάλειμμα καὶ τῷ Δαυὶδ ἐξ αὐτοῦ ρίζαν.

Sir 47:22

²³ Thus rested Solomon with his fathers,

Καὶ ἀνεπαύσατο Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ καὶ κατέλιπε μετ᾿ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει, Ροβοάμ, ὃς ἀπέστησε λαὸν ἐκ βουλῆς αὐτοῦ, καὶ Ἱεροβοὰμ υἱὸν Ναβάτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ καὶ ἔδωκε τῷ Ἐφραὶμ ὁδὸν ἁμαρτίας.

Sir 47:23

²⁴ And their sins were multiplied exceedingly,

καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν·

Sir 47:24

²⁵ For they sought out all wickedness,

καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν, ἕως ἐκδίκησις ἔλθῃ ἐπ᾿ αὐτούς.

Sir 47:25

Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.

The Fathers on this passage

How the fathers, councils, and saints of the corpus read Sirach (Wisdom of Ben Sira): Chapter 47. Drawn by meaning from across the tradition; follow any link to read it in full context.