Chapter 50
¹ Simon the high priest, the son of Onias,
ΣΙΜΩΝ Ὀνίου υἱὸς ἱερεὺς ὁ μέγας, ὃς ἐν ζωῇ αὐτοῦ ὑπέρραψεν οἶκον καὶ ἐν ἡμέραις αὐτοῦ ἐστερέωσε τὸν ναόν·
Sir 50:1
² And by him was built from the foundation the double height,
καὶ ὑπ᾿ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς, ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ·
Sir 50:2
³ In his days the cistern to receive water, being in compass as the sea, was covered with plates of brass:
ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη ἀποδοχεῖον ὑδάτων, λάκκος ὡσεὶ θαλάσσης τὸ περίμετρον·
Sir 50:3
⁴ He took care of the temple that it should not fall,
ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως καὶ ἐνισχύσας πόλιν ἐν πολιορκήσει.
Sir 50:4
⁵ How was he honored in the midst of the people
ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ, ἐν ἐξόδῳ οἴκου καταπετάσματος·
Sir 50:5
⁶ He was as the morning star in the midst of a cloud,
ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφελῶν, ὡς σελήνη πλήρης ἐν ἡμέραις,
Sir 50:6
⁷ As the sun shining upon the temple of the most High,
ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν Ὑψίστου καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης,
Sir 50:7
⁸ And as the flower of roses in the spring of the year,
ὡς ἄνθος ρόδων ἐν ἡμέραις νέων, ὡς κρίνα ἐπ᾿ ἐξόδῳ ὕδατος, ὡς βλαστὸς λιβάνου ἐν ἡμέραις θέρους,
Sir 50:8
⁹ As fire and incense in the censer,
ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρίου, ὡς σκεῦος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ,
Sir 50:9
¹⁰ And as a fair olive tree budding forth fruit,
ὡς ἐλαία ἀναθάλλουσα καρποὺς καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις.
Sir 50:10
¹¹ When he put on the robe of honor,
ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος, ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου ἐδόξασε περιβολὴν ἁγιάσματος·
Sir 50:11
¹² When he took the portions out of the priests’ hands,
ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων, καὶ αὐτὸς ἑστὼς παρ᾿ ἐσχάρᾳ βωμοῦ κυκλόθεν αὐτοῦ στέφανος ἀδελφῶν, ὡς βλάστημα κέδρου ἐν τῷ Λιβάνῳ· καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων·
Sir 50:12
¹³ So were all the sons of Aaron in their glory,
καὶ πάντες οἱ υἱοὶ Ἀαρὼν ἐν δόξῃ αὐτῶν καὶ προσφορὰ Κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ·
Sir 50:13
¹⁴ And finishing the service at the altar,
καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν κοσμῆσαι προσφορὰν Ὑψίστου παντοκράτορος·
Sir 50:14
¹⁵ He stretched out his hand to the cup,
ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς, ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας Ὑψίστῳ παμβασιλεῖ.
Sir 50:15
¹⁶ Then shouted the sons of Aaron,
τότε ἀνέκραγον υἱοὶ Ἀαρών, ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν, ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι Ὑψίστου.
Sir 50:16
¹⁷ Then all the people together hastened,
τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσε καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν προσκυνῆσαι τῷ Κυρίῳ αὐτῶν παντοκράτορι Θεῷ τῷ Ὑψίστῳ·
Sir 50:17
¹⁸ The singers also sang praises with their voices,
καὶ ᾔνεσαν οἱ ψαλμῳδοὶ ἐν φωναῖς αὐτῶν, ἐν πλείστῳ οἴκῳ ἐγλυκάνθη μέλος.
Sir 50:18
¹⁹ And the people besought the Lord, the most High,
καὶ ἐδεήθη ὁ λαὸς Κυρίου Ὑψίστου ἐν προσευχῇ κατέναντι ἐλεήμονος, ἕως συντελεσθῇ κόσμος Κυρίου, καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν.
Sir 50:19
²⁰ Then he went down, and lifted up his hands over the whole congregation of the children of Israel,
τότε καταβὰς ἐπῇρε χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ἰσραὴλ δοῦναι εὐλογίαν Κυρίῳ ἐκ χειλέων αὐτοῦ καὶ ἐν ὀνόματι αὐτοῦ καυχᾶσθαι.
Sir 50:20
²¹ And they bowed themselves down to worship the second time,
καὶ ἐδευτέρωσεν ἐν προσκυνήσει ἐπιδείξασθαι τὴν εὐλογίαν παρὰ Ὑψίστου.
Sir 50:21
²² Now therefore bless ye the God of all,
Καὶ νῦν εὐλογήσατε τῷ Θεῷ πάντων τῷ μεγαλοποιοῦντι πάντη, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας καὶ ποιοῦντα μεθ᾿ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ.
Sir 50:22
²³ He grant us joyfulness of heart,
δῴῃ ἡμῖν εὐφροσύνην καρδίας καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν Ἰσραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος·
Sir 50:23
²⁴ That he would confirm his mercy with us,
ἐμπιστεύσαι μεθ᾿ ἡμῶν τὸ ἔλεος αὐτοῦ καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ λυτρωσάσθω ἡμᾶς.
Sir 50:24
²⁵ There be two manner of nations which my heart abhorreth,
Ἐν δυσὶν ἔθνεσι προσώχθισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος.
Sir 50:25
²⁶ They that sit upon the mountain of Samaria,
οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας καὶ Φυλιστιεὶμ καὶ ὁ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις.
Sir 50:26
²⁷ Jesus the son of Sirach of Jerusalem
Παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξα ἐν τῷ βιβλίῳ τούτῳ, Ἰησοῦς υἱὸς Σειρὰχ Ἱεροσολυμίτης, ὃς ἀνώμβρησε σοφίαν ἀπὸ καρδίας αὐτοῦ.
Sir 50:27
²⁸ Blessed is he that shall be exercised in these things:
μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται·
Sir 50:28
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.