Skip to main content
Orthodox Knowledge
A
Song of Songs

Chapter 2

Song of Songs · King Solomon

¹ I am a flower of the plain,

ΕΓΩ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.

Song 2:1

² As a lily among thorns,

ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων.

Song 2:2

³ As the apple among the trees of the wood,

ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.

Song 2:3

⁴ Bring me into the wine house;

εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ᾿ ἐμὲ ἀγάπην.

Song 2:4

⁵ Strengthen me with perfumes,

στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.

Song 2:5

⁶ His left [hand shall be] under my head,

εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με.

Song 2:6

⁷ I have charged you, ye daughters of Jerusalem,

ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ.

Song 2:7

⁸ The voice of my kinsman! behold, he comes leaping over the mountains, bounding over the hills.

Φωνὴ ἀδελφιδοῦ μου· ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς.

Song 2:8

⁹ My kinsman is like a roe

ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων.

Song 2:9

¹⁰ My kinsman answers, and says to me,

ἀποκρίνεται ἀδελφιδός μου, καὶ λέγει μοι· ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου,

Song 2:10

¹¹ For, behold, the winter is past,

ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ,

Song 2:11

¹² The flowers are seen in the land;

τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν,

Song 2:12

¹³ The fig tree has put forth its young figs,

ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθέ,

Song 2:13

¹⁴ [Thou art] my dove, in the shelter of the rock,

σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος· δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.

Song 2:14

¹⁵ Take us the little foxes that spoil the vines:

πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.

Song 2:15

¹⁶ My kinsman is mine, and I am his:

ἀδελφιδός μου ἐμοί, κἀγὼ αὐτῷ, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις,

Song 2:16

¹⁷ Until the day dawn, and the shadows depart,

ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. ἀπόστρεψον, ὁμοιώθητι σύ, ἀδελφιδέ μου, τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων.

Song 2:17

Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.

The Fathers on this passage

How the fathers, councils, and saints of the corpus read Song of Songs: Chapter 2. Drawn by meaning from across the tradition; follow any link to read it in full context.