Chapter 12
Wisdom of Solomon · King Solomon
² Therefore chastenest thou them by little and little that offend,
διὸ τοὺς παραπίπτοντας κατ᾿ ὀλίγον ἐλέγχεις καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνήσκων νουθετεῖς, ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σέ, Κύριε.
Wis 12:2
³ For it was thy will to destroy by the hands of our fathers
καὶ γὰρ τοὺς παλαιοὺς οἰκήτορας τῆς ἁγίας σου γῆς μισήσας
Wis 12:3
⁵ And also those merciless murderers of children,
τέκνων τε φονέας ἀνελεήμονας καὶ σπλαγχνοφάγων ἀνθρωπίνων σαρκῶν θοῖναν καὶ αἵματος, ἐκ μέσου μύστας θιάσου
Wis 12:5
⁶ With their priests out of the midst of their idolatrous crew,
καὶ αὐθέντας γονεῖς ψυχῶν ἀβοηθήτων, ἐβουλήθης ἀπολέσαι διὰ χειρῶν πατέρων ἡμῶν,
Wis 12:6
⁷ That the land, which thou esteemedst above all other,
ἵνα ἀξίαν ἀποικίαν δέξηται Θεοῦ παίδων ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ.
Wis 12:7
⁸ Nevertheless even those thou sparedst as men,
ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας, ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολοθρεύσωσιν.
Wis 12:8
⁹ Not that thou wast unable to bring the ungodly under the hand of the righteous in battle,
οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι ἢ θηρίοις δεινοῖς ἢ λόγῳ ἀποτόμῳ ὑφ᾿ ἓν ἐκτρῖψαι,
Wis 12:9
¹⁰ But executing thy judgments upon them by little and little, thou gavest them place of ,
κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας, οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν καὶ ἔμφυτος ἡ κακία αὐτῶν καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα.
Wis 12:10
¹¹ For it was a cursed seed from the beginning;
σπέρμα γὰρ ἦν κατηραμένον ἀπ᾿ ἀρχῆς, οὐδὲ εὐλαβούμενός τινα ἐφ᾿ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους.
Wis 12:11
¹² For who shall say, What hast thou done?
τίς γὰρ ἐρεῖ· τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου; τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων, ἃ σὺ ἐποίησας; ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀνθρώπων;
Wis 12:12
¹³ For neither is there any God but thou that careth for all,
οὔτε γὰρ Θεός ἐστι πλὴν σοῦ, ᾧ μέλει περὶ πάντων, ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας,
Wis 12:13
¹⁴ Neither shall king or tyrant be able to set his face against thee for any whom thou hast punished.
οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι περὶ ὧν ἐκόλασας.
Wis 12:14
¹⁵ Forsomuch then as thou art righteous thyself, thou orderest all things righteously:
δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις, αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι ἀλλότριον ἡγούμενος τῆς σῆς δυνάμεως.
Wis 12:15
¹⁶ For thy power is the beginning of righteousness,
ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή, καὶ τὸ πάντων σε δεσπόζειν πάντων φείδεσθαι ποιεῖ.
Wis 12:16
¹⁷ For when men will not believe that thou art of a full power, thou showest thy strength,
ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις.
Wis 12:17
¹⁸ But thou, mastering thy power, judgest with equity,
σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς· πάρεστι γάρ σοι, ὅταν θέλῃς, τὸ δύνασθαι.
Wis 12:18
¹⁹ But by such works hast thou taught thy people
Ἐδίδαξας δέ σου τὸν λαὸν διά τῶν τοιούτων ἔργων, ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθρωπον· καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου ὅτι δίδως ἐπὶ ἁμαρτήμασι μετάνοιαν.
Wis 12:19
²⁰ For if thou didst punish the enemies of thy children, and the condemned to death, with such deliberation,
εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ μετὰ τοσαύτης ἐτιμώρησας προσοχῆς καὶ διέσεως, δοὺς χρόνους καὶ τόπον, δι᾿ ὧν ἀπαλλαγῶσι τῆς κακίας,
Wis 12:20
²¹ With how great circumspection didst thou judge thine own sons,
μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου, ὧν τοῖς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθῶν ὑποσχέσεων;
Wis 12:21
²² Therefore, whereas thou dost chasten us, thou scourgest our enemies a thousand times more,
Ἡμᾶς οὖν παιδεύων τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι μαστιγοῖς, ἵνα σου τὴν ἀγαθότητα μεριμνῶμεν κρίνοντες, κρινόμενοι δὲ προσδοκῶμεν ἔλεος.
Wis 12:22
²³ Wherefore, whereas men have lived dissolutely and unrighteously,
ὅθεν καὶ τοὺς ἐν ἀφροσύνῃ ζωῆς βιώσαντας ἀδίκους διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων·
Wis 12:23
²⁴ For they went astray very far in the ways of error,
καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν, θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν ἐχθρῶν ἄτιμα, νηπίων δίκην ἀφρόνων ψευσθέντες.
Wis 12:24
²⁵ Therefore unto them, as to children without the use of reason,
διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας.
Wis 12:25
²⁶ But they that would not be reformed by that correction, wherein he dallied with them,
οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουθετηθέντες ἀξίαν Θεοῦ κρίσιν πειράσουσιν.
Wis 12:26
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.