Skip to main content
Orthodox Knowledge
A
Wisdom of Solomon

Chapter 11

Wisdom of Solomon · King Solomon

¹ She prospered their works in the hand of the holy prophet.

ΕΥΩΔΩΣΕ τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου.

Wis 11:1

² They went through the wilderness that was not inhabited,

διώδευσαν ἔρημον ἀοίκητον καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς·

Wis 11:2

³ They stood against their enemies, and were avenged of their adversaries.

ἀντέστησαν πολεμίοις καὶ ἠμύναντο ἐχθρούς.

Wis 11:3

⁴ When they were thirsty, they called upon thee,

ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε, καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ.

Wis 11:4

⁵ For by what things their enemies were punished,

δι᾿ ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν.

Wis 11:5

⁶ For instead of a fountain of a perpetual running river

ἀντὶ μὲν πηγῆς ἀεννάου ποταμοῦ αἵματι λυθρώδει ταραχθέντος

Wis 11:6

⁷ For a manifest reproof of that commandment, whereby the infants were slain,

εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος, ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως,

Wis 11:7

⁸ Declaring by that thirst then how

δείξας διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας.

Wis 11:8

⁹ For when they were tried, albeit but in mercy chastised,

ὅτε γὰρ ἐπειράσθησαν, καί περ ἐν ἐλέει παιδευόμενοι, ἔγνωσαν πῶς ἐν ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο·

Wis 11:9

¹⁰ For these thou didst admonish and try, as a father:

τούτους μὲν γὰρ ὡς πατὴρ νουθετῶν ἐδοκίμασας, ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας.

Wis 11:10

¹¹ Whether they were absent or present, they were vexed alike.

καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο·

Wis 11:11

¹² For a double grief came upon them,

διπλῆ γὰρ αὐτοὺς ἔλαβε λύπη· καὶ στεναγμὸς μνημῶν τῶν παρελθόντων.

Wis 11:12

¹³ For when they heard by their own punishments the other to be benefited,

ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων εὐεργετουμένους αὐτούς, ᾔσθοντο τοῦ Κυρίου·

Wis 11:13

¹⁴ For whom they rejected with scorn, when he was long before thrown out at the casting forth [of the infants],

ὃν γὰρ ἐν ἐκθέσει πάλαι ριφέντα ἀπεῖπον χλευάζοντες, ἐπὶ τέλει τῶν ἐκβάσεων ἐθαύμασαν, οὐχ ὅμοια δικαίοις διψήσαντες.

Wis 11:14

¹⁵ But for the foolish devices of their wickedness,

ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν, ἐν οἷς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελῆ, ἐπαπέστειλας αὐτοῖς πλῆθος ἀλόγων ζώων εἰς ἐκδίκησιν,

Wis 11:15

¹⁶ That they might know, that wherewithal a man sinneth, by the same shall he be punished.

ἵνα γνῶσιν ὅτι δι᾿ ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται.

Wis 11:16

¹⁷ For thy Almighty hand,

οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων ἢ θρασεῖς λέοντας

Wis 11:17

¹⁸ Or unknown wild beasts, full of rage, newly created,

ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους ἤτοι πυρπνόον φυσῶντας ἆσθμα ἢ βρόμους λικμωμένους καπνοῦ ἢ δεινοὺς ἀπ᾿ ὀμμάτων σπινθῆρας ἀστράπτοντας,

Wis 11:18

¹⁹ Whereof not only the harm might dispatch them at once,

ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρῖψαι αὐτούς, ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι.

Wis 11:19

²⁰ Yea, and without these might they have fallen down with one blast,

καὶ χωρὶς δὲ τούτων, ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο ὑπὸ τῆς δίκης διωχθέντες καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου· ἀλλὰ πάντα μέτρῳ καὶ ἀριθμῷ καὶ σταθμῷ διέταξας.

Wis 11:20

²¹ For thou canst show thy great strength at all times when thou wilt;

τὸ γὰρ μεγάλως ἰσχύειν πάρεστί σοι πάντοτε, καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται;

Wis 11:21

²² For the whole world before thee is as a little grain of the balance,

ὅτι ὡς ροπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου καὶ ὡς ρανὶς δρόσου ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν.

Wis 11:22

²³ But thou hast mercy upon all; for thou canst do all things,

ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν.

Wis 11:23

²⁴ For thou lovest all the things that are,

ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα καὶ οὐδὲν βδελύσσῃ, ὧν ἐποίησας· οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας.

Wis 11:24

²⁵ And how could anything have endured, if it had not been thy will?

πῶς δὲ ἔμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας ἢ τὸ μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη;

Wis 11:25

²⁶ But thou sparest all: for they are thine, O Lord, thou lover of souls.

φείδῃ δὲ πάντων, ὅτι σά ἐστι, δέσποτα φιλόψυχε.

Wis 11:26

Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.

The Fathers on this passage

How the fathers, councils, and saints of the corpus read Wisdom of Solomon: Chapter 11. Drawn by meaning from across the tradition; follow any link to read it in full context.