Skip to main content
Orthodox Knowledge
A
Wisdom of Solomon

Chapter 5

Wisdom of Solomon · King Solomon

¹ Then shall the righteous man stand in great boldness

ΤΟΤΕ στήσεται ἐν παρρησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτὸν καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ.

Wis 5:1

² When they see it, they shall be troubled with terrible fear,

ἰδόντες ταραχθήσονται φόβῳ δεινῷ καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας.

Wis 5:2

³ And they repenting and groaning for anguish of spirit

ἐροῦσιν ἐν ἑαυτοῖς μετανοοῦντες καὶ διὰ στενοχωρίαν πνεύματος στενάξονται καὶ ἐροῦσιν·

Wis 5:3

⁴ We fools accounted his life madness,

οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄφρονες· τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον.

Wis 5:4

⁵ How is he numbered among the children of God,

πῶς κατελογίσθη ἐν υἱοῖς Θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν;

Wis 5:5

⁶ Therefore have we erred from the way of truth,

ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἔλαμψεν ἡμῖν, καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν·

Wis 5:6

⁷ We wearied ourselves in the way of wickedness and destruction:

ἀνομίας ἐνεπλήσθημεν τρίβοις καὶ ἀπωλείας καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.

Wis 5:7

⁸ What hath pride profited us?

τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία; καὶ τί πλοῦτος μετὰ ἀλαζονίας συμβέβληται ἡμῖν;

Wis 5:8

⁹ All those things are passed away like a shadow,

παρῆλθεν ἐκεῖναι πάντα ὡς σκιὰ καὶ ὡς ἀγγελία παρατρέχουσα·

Wis 5:9

¹⁰ And as a ship that passeth over the waves of the water,

ὡς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ, ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν, οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν·

Wis 5:10

¹¹ Or as when a bird hath flown through the air,

ἢ ὡς ὀρνέου διαπτάντος ἀέρα οὐθὲν εὑρίσκεται τεκμήριον πορείας, πληγῇ δὲ ταρσῶν μαστιζόμενον πνεῦμα κοῦφον καὶ σχιζόμενον βίᾳ ροίζου, κινουμένων πτερύγων διωδεύθη, καὶ μετὰ τοῦτο οὐχ εὑρέθη σημεῖον ἐπιβάσεως ἐν αὐτῷ·

Wis 5:11

¹² Or like as when an arrow is shot at a mark,

ἢ ὡς βέλους βληθέντος ἐπὶ σκοπόν, τμηθεὶς ὁ ἀὴρ εὐθέως εἰς ἑαυτὸν ἀνελύθη ὡς ἀγνοῆσαι τὴν δίοδον αὐτοῦ.

Wis 5:12

¹³ Even so we in like manner, as soon as we were born, began to draw to our end,

οὕτως καὶ ἡμεῖς γεννηθέντες ἐξελίπομεν καὶ ἀρετῆς μὲν σημεῖον οὐδὲν ἔσχομεν δεῖξαι, ἐν δὲ τῇ κακίᾳ ἡμῶν κατεδαπανήθημεν.

Wis 5:13

¹⁴ For the hope of the ungodly is like dust that is blown away with the wind;

ὅτι ἐλπὶς ἀσεβοῦς ὡς φερόμενος χνοῦς ὑπὸ ἀνέμου καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχθεῖσα λεπτὴ καὶ ὡς καπνὸς ὑπό ἀνέμου διεχύθη καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσε.

Wis 5:14

¹⁵ But the righteous live for evermore;

Δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.

Wis 5:15

¹⁶ Therefore shall they receive a glorious kingdom,

διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.

Wis 5:16

¹⁷ He shall take to him his jealousy for complete armor,

λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν·

Wis 5:17

¹⁸ He shall put on righteousness as a breastplate,

ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον·

Wis 5:18

¹⁹ He shall take holiness for an invincible shield.

λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα,

Wis 5:19

²⁰ His severe wrath shall he sharpen for a sword,

ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.

Wis 5:20

²¹ Then shall the right aiming thunderbolts go abroad;

πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπί σκοπὸν ἁλοῦνται,

Wis 5:21

²² And hailstones full of wrath shall be cast [as] out of a stone bow,

καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.

Wis 5:22

²³ Yea, a mighty wind shall stand up against them,

ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.

Wis 5:23

Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.

The Fathers on this passage

How the fathers, councils, and saints of the corpus read Wisdom of Solomon: Chapter 5. Drawn by meaning from across the tradition; follow any link to read it in full context.