Chapter 6
Wisdom of Solomon · King Solomon
¹ Hear therefore, O ye kings, and understand;
ΑΚΟΥΣΑΤΕ οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς.
Wis 6:1
² Give ear, ye that rule the people,
ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν·
Wis 6:2
³ For power is given you of the Lord,
ὅτι ἐδόθη παρὰ τοῦ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου, ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει·
Wis 6:3
⁴ Because, being ministers of his kingdom, ye have not judged aright,
ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Θεοῦ ἐπορεύθητε.
Wis 6:4
⁵ Horribly and speedily shall he come upon you:
φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται.
Wis 6:5
⁶ For mercy will soon pardon the meanest:
ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται·
Wis 6:6
⁷ For he which is Lord over all shall fear no man’s person,
οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης, οὐδὲ ἐντραπήσεται μέγεθος, ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοεῖ περὶ πάντων·
Wis 6:7
⁹ Unto you therefore, O kings, do I speak,
πρὸς ὑμᾶς οὖν, ὦ τύραννοι, οἱ λόγοι μου, ἵνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε·
Wis 6:9
¹⁰ For they that keep holiness holily shall be judged holy:
οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται, καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν.
Wis 6:10
¹¹ Wherefore set your affection upon my words;
ἐπιθυμήσατε οὖν τῶν λόγων μου, ποθήσατε καὶ παιδευθήσεσθε.
Wis 6:11
¹² Wisdom is glorious, and never fadeth away:
Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία και εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν,
Wis 6:12
¹⁴ Whoso seeketh her early shall have no great travail:
ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ.
Wis 6:14
¹⁵ To think therefore upon her is the perfection of wisdom:
τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτὴν ταχέως ἀμέριμνος ἔσται·
Wis 6:15
¹⁶ For she goeth about seeking such as are worthy of her,
ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς.
Wis 6:16
¹⁷ For the very true beginning of her is the desire of discipline;
ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία, φροντὶς δὲ παιδείας ἀγάπη,
Wis 6:17
¹⁸ And love is the keeping of her laws;
ἀγάπη δέ τήρησις νόμων αὐτῆς, προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας,
Wis 6:18
²⁰ Therefore the desire of wisdom bringeth to a kingdom.
ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν.
Wis 6:20
²¹ If your delight be then in thrones and scepters, O ye kings of the people,
εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις, τύραννοι λαῶν, τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
Wis 6:21
²² As for wisdom, what she is, and how she came up, I will tell you,
τί δέ ἐστι σοφία καὶ πῶς ἐγένετο, ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλὰ ἀπ᾿ ἀρχῆς γενέσεως ἐξιχνιάσω καὶ θήσω εἰς τὸ ἐμφανὲς τὴν γνῶσιν αὐτῆς καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν.
Wis 6:22
²³ Neither will I go with consuming envy;
οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσω, ὅτι οὗτος οὐ κοινωνήσει σοφίᾳ.
Wis 6:23
²⁴ But the multitude of the wise is the welfare of the world:
πλῆθος δὲ σοφῶν σωτηρία κόσμου, καὶ βασιλεὺς φρόνιμος εὐστάθεια δήμου.
Wis 6:24
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.