Skip to main content
Orthodox Knowledge
A
Sirach (Wisdom of Ben Sira)

Chapter 37

¹ Every friend saith, I am his friend also:

ΠΑΣ φίλος ἐρεῖ· ἐφιλίασα αὐτῷ κἀγώ, ἀλλ᾿ ἔστι φίλος ὀνόματι μόνον φίλος.

Sir 37:1

² Is it not a grief unto death,

οὐχὶ λύπη ἔνι ἕως θανάτου ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν;

Sir 37:2

³ O wicked imagination, whence camest thou in

ὦ πονηρὸν ἐνθύμημα, πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι;

Sir 37:3

⁴ There is a companion, which rejoiceth in the prosperity of a friend,

ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι·

Sir 37:4

⁵ There is a companion, which helpeth his friend for the belly,

ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρός, ἔναντι πολέμου λήψεται ἀσπίδα.

Sir 37:5

⁶ Forget not thy friend in thy mind,

μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου, καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν τοῖς χρήμασί σου.

Sir 37:6

⁷ Every counselor extolleth counsel;

Πᾶς σύμβουλος ἐξαίρει βουλήν, ἀλλ᾿ ἔστι συμβουλεύων εἰς ἑαυτόν.

Sir 37:7

⁸ Beware of a counselor,

ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται , μήποτε βάλῃ ἐπὶ σοὶ κλῆρον

Sir 37:8

⁹ And say unto thee, Thy way is good:

καὶ εἴπῃ σοι· καλὴ ἡ ὁδός σου, καὶ στήσεται ἐξ ἐναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι.

Sir 37:9

¹⁰ Consult not with one that suspecteth thee:

μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν.

Sir 37:10

¹¹ Neither consult with a woman touching her of whom she is jealous;

μετὰ γυναικὸς περὶ τῆς ἀντιζήλου αὐτῆς καὶ μετὰ δειλοῦ περὶ πολέμου, μετὰ ἐμπόρου περὶ μεταβολίας καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως, μετὰ βασκάνου περὶ εὐχαριστίας καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας, μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου καὶ μετὰ μισθίου ἐφεστίου περὶ συντελείας, οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας, μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας·

Sir 37:11

¹² But be continually with a godly man,

ἀλλ᾿ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε, ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς, ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου, καὶ ἐὰν πταίσῃς, συναλγήσει σοι.

Sir 37:12

¹³ And let the counsel of thine own heart stand:

καὶ βουλὴν καρδίας στῆσον, οὐ γάρ ἔστι σοι πιστότερος αὐτῆς·

Sir 37:13

¹⁴ For a man’s mind is sometime wont to tell him more

ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς.

Sir 37:14

¹⁵ And above all this pray to the most High,

καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι Ὑψίστου, ἵνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου.

Sir 37:15

¹⁶ Let reason go before every enterprize,

Ἀρχὴ παντὸς ἔργου λόγος, καὶ πρὸ πάσης πράξεως βουλή.

Sir 37:16

¹⁷ The countenance is a sign of changing of the heart.

ἴχνος ἀλλοιώσεως καρδίας τέσσαρα μέρη ἀνατέλλει,

Sir 37:17

¹⁸ Four manners of things appear: good and evil, life and death:

ἀγαθὸν καὶ κακόν, ζωὴ καὶ θάνατος, καὶ ἡ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν.

Sir 37:18

¹⁹ There is one that is wise and teacheth many,

ἔστιν ἀνὴρ πανοῦργος πολλῶν παιδευτής, καὶ τῇ ἰδίᾳ ψυχῇ ἄχρηστός ἐστιν.

Sir 37:19

²⁰ There is one that showeth wisdom in words, and is hated:

ἔστι σοφιζόμενος ἐν λόγοις μισητός, οὗτος πάσης τροφῆς καθυστερήσει·

Sir 37:20

²¹ For grace is not given him from the Lord;

οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ Κυρίου χάρις, ὅτι πάσης σοφίας ἐστερήθη.

Sir 37:21

²² Another is wise to himself;

ἔστι σοφὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί.

Sir 37:22

²³ A wise man instructeth his people;

ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί.

Sir 37:23

²⁴ A wise man shall be filled with blessing;

ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες.

Sir 37:24

²⁵ The days of the life of man may be numbered;

ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ Ἰσραὴλ ἀναρίθμητοι.

Sir 37:25

²⁶ A wise man shall inherit glory among his people,

ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα.

Sir 37:26

²⁷ My son, prove thy soul in thy life,

Τέκνον, ἐν τῇ ζωῇ σου πείρασον τὴν ψυχήν σου καὶ ἰδὲ τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ·

Sir 37:27

²⁸ For all things are not profitable for all men,

οὐ γὰρ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ.

Sir 37:28

²⁹ Be not insatiable in any dainty thing,

μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων·

Sir 37:29

³⁰ For excess of meats bringeth sickness,

ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται πόνος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας.

Sir 37:30

³¹ By surfeiting have many perished;

δι᾿ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσθήσει ζωήν.

Sir 37:31

Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.

The Fathers on this passage

How the fathers, councils, and saints of the corpus read Sirach (Wisdom of Ben Sira): Chapter 37. Drawn by meaning from across the tradition; follow any link to read it in full context.