Chapter 10
Wisdom of Solomon · King Solomon
¹ She preserved the first formed father of the world,
ΑΥΤΗ πρωτόπλαστον πατέρα κόσμου μόνον κτισθέντα διεφύλαξε καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου
Wis 10:1
³ But when the unrighteous went away from her in his anger,
ἀποστάς δὲ ἀπ᾿ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ, ἀδελφοκτόνοις συναπώλετο θυμοῖς·
Wis 10:3
⁴ For whose cause the earth being drowned with the flood, wisdom again preserved it,
δι᾿ ὃν κατακλυζομένην γῆν πάλιν διέσωσε σοφία, δι᾿ εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα.
Wis 10:4
⁵ Moreover, the nations in their wicked conspiracy being confounded,
αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων ἔγνω τὸν δίκαιον καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον Θεῷ καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν.
Wis 10:5
⁶ When the ungodly perished, she delivered the righteous man,
αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο φυγόντα πῦρ καταβάσιον Πενταπόλεως·
Wis 10:6
⁷ Of whose wickedness, even to this day the waste land that smoketh is a testimony,
ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά, ἀπιστούσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός.
Wis 10:7
⁸ For regarding not wisdom,
σοφίαν γὰρ παροδεύσαντες οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλά, ἀλλὰ καὶ τῆς ἀφροσύνης ἀπέλιπον τῷ βίῳ μνημόσυνον, ἵνα ἐν οἶς ἐσφάλησαν μηδὲ λαθεῖν δυνηθῶσι.
Wis 10:8
⁹ But wisdom delivered from pain those that attended upon her.
σοφία δὲ τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο.
Wis 10:9
¹⁰ When the righteous fled from his brother’s wrath,
αὕτη φυγάδα ὀργῆς ἀδελφοῦ δίκαιον ὡδήγησεν ἐν τρίβοις εὐθείαις· ἔδειξεν αὐτῷ βασιλείαν Θεοῦ καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων· εὐπόρησεν αὐτὸν ἐν μόχθοις καί ἐπλήθυνε τοὺς πόνους αὐτοῦ·
Wis 10:10
¹¹ In the covetousness of such as oppressed him she stood by him,
ἐν πλεονεξίᾳ κατισχυόντων αὐτὸν παρέστη καὶ ἐπλούτισεν αὐτόν·
Wis 10:11
¹² She defended him from his enemies,
διεφύλαξεν αὐτὸν ἀπὸ ἐχθρῶν, καὶ ἀπὸ ἐνεδρευόντων ἠσφαλίσατο καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ, ἵνα γνῷ, ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια.
Wis 10:12
¹³ When the righteous was sold, she forsook him not,
αὕτη πραθέντα δίκαιον οὐκ ἐγκατέλιπεν, ἀλλὰ ἐξ ἁμαρτίας ἐρρύσατο αὐτόν·
Wis 10:13
¹⁴ And left him not in bonds,
συγκατέβη αὐτῷ εἰς λάκκον καὶ ἐν δεσμοῖς οὐκ ἀφῆκεν αὐτόν, ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ· ψευδεῖς τε ἔδειξε τοὺς μωμησαμένους αὐτὸν καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον.
Wis 10:14
¹⁵ She delivered the righteous people and blameless seed
αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον ἐρρύσατο ἐξ ἔθνους θλιβόντων·
Wis 10:15
¹⁶ She entered into the soul of the servant of the Lord,
εἰσῆλθεν εἰς ψυχὴν θεράποντος Κυρίου καὶ ἀντέστη βασιλεῦσι φοβεροῖς ἐν τέρασι καὶ σημείοις.
Wis 10:16
¹⁷ Rendered to the righteous a reward of their labors,
ἀπέδωκεν ὁσίοις μισθὸν κόπων αὐτῶν, ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ θαυμαστῇ καὶ ἐγένετο αὐτοῖς εἰς σκέπην ἡμέρας καὶ εἰς φλόγα ἄστρων τὴν νύκτα.
Wis 10:17
¹⁸ Brought them through the Red Sea,
διεβίβασεν αὐτοὺς θάλασσαν ἐρυθρὰν καὶ διήγαγεν αὐτοὺς δι᾿ ὕδατος πολλοῦ·
Wis 10:18
¹⁹ But she drowned their enemies,
τοὺς δὲ ἐχθροὺς αὐτῶν κατέκλυσε καὶ ἐκ βάθους ἀβύσσου ἀνέβρασεν αὐτούς.
Wis 10:19
²⁰ Therefore the righteous spoiled the ungodly,
διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς καὶ ὕμνησαν, Κύριε, τὸ ὄνομα τὸ ἅγιόν σου, τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοθυμαδόν·
Wis 10:20
Greek: Septuagint, public domain via eBible.org (grclxx). The English remains the primary text; the Greek is offered for study.